Καταβασίες της Κυριακής της Απόκρεω
΄΄Βοηθός και σκεπαστής΄΄
΄΄Βοηθός και σκεπαστής΄΄
Θανάσης Δασκαλοθανάσης
Ηχογράφηση Φερουάριος 2016
Ηχογράφηση Φερουάριος 2016
Ὠδὴ α' Ἦχος πλ. β'
Βοηθὸς καὶ σκεπαστῆς ἐγένετό μοὶ εἰς σωτηρίαν, οὔτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν. ἐνδόξως γὰρ δεδόξασται.
Ὠδὴ γ'
Στερέωσον,
Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.
Στερέωσον,
Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος ὑπάρχεις καὶ Κύριος.
Ὠδὴ δ'
Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου
Kύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγενú Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. δόξα τὴ δυνάμει σου
Κύριε.
Ὠδὴ ε'
Ἐκ νυκτὸς Ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ Ὁδήγησον καμέ, ἐν τοῖς προστάγμασί
σου, καὶ δίδαξόν με ποιεῖν, ἀεὶ τὸ θέλημά σου.
Ὠδὴ ς'
Ἐβόησα, ἐν ὅλη καρδία μου, πρὸς τὸν οἰκτίρμονα Θεόν,
καὶ ἐπήκουσέ μου, ἐξ Ἄδου κατωτάτου, καὶ ἀνήγαγεν, ἐκ φθορας τὴν ζωήν μου.
Ὠδὴ ζ'
Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ
συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδῶ ἧς ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.
Ὠδὴ η'
Ὁν Στρατιαὶ Οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοῶ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καί. ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ' Ἦχος πλ. β'
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις
καινοποιεῖ τὰς φύσεις, διὸ σὲ πᾶσαι αἳ γενεαί, ὦς Θεόνυμφον
Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
καινοποιεῖ τὰς φύσεις, διὸ σὲ πᾶσαι αἳ γενεαί, ὦς Θεόνυμφον
Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.
Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.