10.11.18

΄΄Ανοίξω το στόμα μου΄΄ Αργές καταβασίες των εισοδείων της Θεοτόκου Θαν...


΄΄Ανοίξω το στόμα μου΄΄ 

Αργές καταβασίες των εισοδείων. 

Μέλος τονισθέν υπο Χαρ. Ταλιαδώρου. 

Θανάσης Δασκαλοθανάσης.

Ηχογράφηση Οκτώβριος 2017



ψάλλονται από 8/11 έως 20/11

με τις εξής αλλαγές (τονισμένες με κόκκινο χρώμα):

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί• καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
Ὠδὴ γ’. 
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον• κἂν τῇ σεπτῇ Εἰσόδῳ Σου στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ’. 
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, Σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε• Δόξα τῇ δυνάμει Σου Κύριε.
Ὠδὴ ε’. 
Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ Σου• Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες, ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα.


Ὠδὴ ς’. 

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες Ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ Αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.
Ὠδὴ ζ’. 
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα• ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον• Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’. 
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος• νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν• Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’. 
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος• πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια τῆς Θεομήτορος, καὶ βοάτω• Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.


https://www.youtube.com (κανάλι: Θανάσης Δασκαλοθανάσης)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.