19.7.19

Προσευχή με το ψαλτήρι για τον σεισμό

Αποτέλεσμα εικόνας για Άγιος Αρσένιος


Ας χρησιμοποιήσουμε τους ψαλμούς, όπως τους χρησιμοποιούσε ο Άγιος Αρσένιος ο Καππαδόκης, για την περίπτωση σεισμού. Το προτεινόμενο σχήμα σύμφωνα με τον Άγιο Παΐσιο είναι: 

Ν΄ (50) ψαλμός, θεοτοκίο, απολυτίκιο Αγ. Αρσενίου

η περίπτωση που προσευχόμαστε και ο ψαλμός 17

μικρή δοξολογία και μεγαλυνάριο Θεοτόκου

Στην αρχή πρόσθεσα τρισάγιο, στο απολυτίκιο πρόσθεσα και αυτό του Αγίου Παϊσίου και στο τέλος Δι' ευχών. Οι προσθήκες μου είναι με μπλε γράμματα. Μπορείτε να τις παραλείψετε αν βιάζεστε.


ΠΡΟΣΕΥΧΗ

Ες τ νομα το Πατρς κα το Υο κα το γίου Πνεύματος. μήν.

Δόξα σοι, Χριστ  Θεός,  λπς μν, Κύριε δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

ΤΡΙΣΑΓΙΟ
γιος  Θεός, γιος σχυρός, γιος θάνατος, λέησον μς
(3 φορές)

Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι,
κα νν κα ε κα ες τος αἰῶνας τν αώνων. μήν.

Παναγία Τριάς, λέησον μς. 
Κύριε, λάσθητι τας μαρτίαις μν. 
Δέσποτα, συγχώρησον τς νομίας μν. 
γιε, πίσκεψαι κα ασαι τς σθενείας μν, 
νεκεν το νόματός σου. 
Κύριε, λέησον· Κύριε, λέησον· Κύριε, λέησον.

Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι,
κα νν κα ε κα ες τος αἰῶνας τν αώνων. μήν.

Πάτερ μν,  ν τος ορανος, γιασθήτω τ νομά σου· 
ἐλθέτω  βασιλεία σου·
γενηθήτω τ θέλημά σου ς ν οραν κα π τς γς.
Τν ρτον μν τν πιούσιον δς μν σήμερον·
κα φες μν τ φειλήματα μν, 
ς κα μες φίεμεν τος φειλέταις μν·
κα μ εσενέγκς μς ες πειρασμόν, 
λλ ῥῦσαι μς π το πονηρο. 
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.μήν.

Κύριε, λέησον· (12 φορές)
Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι,
κα νν κα ε κα ες τος αἰῶνας τν αώνων. μήν.


ΠΡΟΣΕΥΧΗ (χρησιμοποιώντας περιπτώσεις των Ψαλμών του Αγίου Αρσενίου) 

ΨΑΛΜΟΣ 50ος
Όταν εξ’ αμαρτιών μας έρθει παιδαγωγική οργή Θεού (επιδημία και θανατικό σε ανθρώπους και ζώα)
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ 2 ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.
3 ΕΛΕΗΣΟΝ με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· 4 ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 9 ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 10 ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 13 μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 14 ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 15 διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 16 ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. 17 Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 18 ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 19 θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. 20 ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ· 21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Θεοτοκίον
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε,
τὰς ἡμῶν ἱκεσίαςμὴ παρίδῃς ἐν περιστάσει,
ἀλλ’ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,
μόνη Ἁγνήμόνη εὐλογημένη.

Απολυτίκιον Αγίου Αρσενίου του Καππαδόκου 
Ἦχος γ'. Θείας πίστεως.
Βίον ἔνθεονκαλῶς ἀνύσας,
σκεῦος τίμιόν του Παρακλήτου,
ἀνεδείχθης θεοφόρε Ἀρσένιε,
καί τῶν θαυμάτων τήν χάριν δεξάμενος,
πάσι παρέχεις ταχείαν βοήθειαν,
πάτερ ὍσιεΧριστόν τόν Θεόν ἱκέτευε,
δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος

[προσθήκη]
Απολυτίκιον Οσίου Παϊσίου του Αγιορείτου 
Ἦχος πλ.α'. Τὸν συνάναρχον λόγον
Τῆς ἐνθέου ἀγάπης τό πῦρ δεξάμενος,
ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ,
καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας,
λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν,
Παΐσιε θεοφόρε,
καὶ νῦν πρεσβεύεις ἀπαύστως
ὑπέρ παντός τοῦ κόσμουὍσιε.

Διαβάζουμε την περίπτωση για την οποία θέλουμε να προσευχηθούμε
και στην συνέχεια τον αντίστοιχο Ψαλμό.

ΨΑΛΜΟΣ 17ος 
Όταν γίνεται σεισμός ή θεομηνία, κατακλυσμός και κεραυνοί.
 Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαυΐδ, ἃ ἐλάλησεν τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐῤῥύσατο αὐτὸν ὁ Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, 2 καὶ εἶπεν·
ΑΓΑΠΗΣΩ σε, Κύριε, ἡ ἰσχύς μου. 3 Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ρύστης μου. ῾Ο Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ᾿ αὐτόν, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου. 4 αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 5 περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με. 6 ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου. 7 καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. 8 καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. 9 ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦκαπρ π προσπου ατο καταφλεγσεται, νθρακες νφθησαν π᾿ ατο. 10 κα κλινεν ορανος κα κατβη, κα γνφος π τος πδας ατο. 11 καπβη π Χερουβμ κα πετσθη, πετσθη π πτεργων νμων. 12 καθετο σκτος ποκρυφν ατο· κκλ ατο  σκην ατοσκοτεινν δωρν νεφλαις ἀέρων. 13 π τς τηλαυγσεως νπιον ατο α νεφλαι διλθον, χλαζα κα νθρακες πυρς. 14 κα βρντησεν ξ ορανο Κριος, κα Υψιστος δωκε φωνν ατο· 15 ξαπστειλε βλη κα σκρπισεν ατος κα στραπς πλθυνε κα συνετραξεν ατος. 16 κα φθησαν α πηγατν δτων, κα νεκαλφθη τ θεμλια τς οκουμνης π πιτιμσες σου, Κριε, π μπνεσεως πνεματος ργς σου. 17 ξαπστειλεν ξ ψους κα λαβ με, προσελβετ με ξ δτων πολλν. 18 ρσετα με ξ χθρν μου δυνατν, κα κ τν μισοντων με, τι στερεθησαν πρ μ. 19 προφθασν με ν μρ κακσες μου, κα γνετο Κριος ντιστριγμμου 20 κα ξγαγ με ες πλατυσμν, ρσετα με,  τι θλησ με. 21 κανταποδσει μοι Κριος κατ τν δικαιοσνην μου κα κατ τν καθαριτητα τν χειρν μου νταποδσει μοι, 22 τι φλαξα τς δος Κυρου κα οκσβησα π το Θεο μου, 23 τι πντα τ κρματα ατο νπιν μου, κατ δικαιματα ατο οκ πστησαν π᾿ μο. 24 κα σομαι μωμος μετ᾿ατο κα φυλξομαι π τς νομας μου. 25 κα νταποδσει μοι Κριος κατ τν δικαιοσνην μου κα κατ τν καθαριτητα τν χειρν μου νπιον τν φθαλμν ατο. 26 μετ σου σιος σ, κα μετ νδρς θου θοςσ, 27 κα μετ κλεκτο κλεκτς σ κα μετ στρεβλο διαστρψεις. 28 τι σ λαν ταπεινν σσεις κα φθαλμος περηφνων ταπεινσεις. 29 τι σφωτιες λχνον μου, Κριε  Θες μου, φωτιες τ σκτος μου. 30 τι ν σουσθσομαι π πειρατηρου κα ν τ Θε μου περβσομαι τεχος. 31 Θες μου, μωμος  δς ατο, τ λγια Κυρου πεπυρωμνα, περασπιστςστι πντων τν λπιζντων π᾿ ατν. 32 τι τς Θες πλν το Κυρου, κατς Θες πλν το Θεο μν; 33  Θες  περιζωννων με δναμιν κα θετομωμον τν δν μου· 34 καταρτιζμενος τος πδας μου σε λφου κα πτ ψηλ στν με· 35 διδσκων χερς μου ες πλεμον κα θου τξον χαλκον τος βραχονς μου· 36 κα δωκς μοι περασπισμν σωτηρας, κα δεξι σου ντελβετ μου, κα  παιδεα σου νρθωσ με ες τλος, κα παιδεα σου ατ με διδξει. 37 πλτυνας τ διαβματ μου ποκτω μου, κα οκ σθνησαν τ χνη μου. 38 καταδιξω τος χθρος μου κακαταλψομαι ατος κα οκ ποστραφσομαι, ως ν κλπωσιν· 39 κθλψω ατος, κα ο μ δνωνται στναι, πεσονται π τος πδας μου. 40 καπεριζωσς με δναμιν ες πλεμον, συνεπδισας πντας τοςπανισταμνους π᾿ μ ποκτω μου. 41 κα τος χθρος μου δωκς μοι ντον κα τος μισοντς με ξωλθρευσας. 42 κκραξαν, κα οκ ν σζων, πρς Κριον, κα οκ εσκουσεν ατν. 43 κα λεπτυν ατος σεχνον κατ πρσωπον νμου, ς πηλν πλατειν λεαν ατος. 44 ρσ μεξ ντιλογας λαο, καταστσεις με ες κεφαλν θνν. λας, ν οκ γνων,δολευσ μοι, 45 ες κον του πκουσ μου· υο λλτριοι ψεσαντμοι, 46 υο λλτριοι παλαιθησαν κα χλαναν π τν τρβων ατν. 47 ζ Κριος, κα ελογητς  Θες μου κα ψωθτω  Θες τς σωτηρας μου, 48  Θες  διδος κδικσεις μο, κα ποτξας λαος π᾿ μ, 49  ῥύστης μου ξ χθρν μου ργλων, π τν πανισταμνων π᾿ μ ψσεις με, πνδρς δκου ρσα με. 50 δι τοτο ξομολογσομα σοι ν θνεσι, Κριε, κα τ νματ σου ψαλ, 51 μεγαλνων τς σωτηρας το βασιλως ατο, κα ποιν λεος τ χριστ ατο, τ Δαυδ κα τ σπρματι ατο ως αἰῶνος.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι ὁ Θεός (τρις).
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΜΙΚΡΗ ΔΟΞΟΛΟΓΙΑ

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα ἐν ὑψίστοις Θεῶ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.

Ὑμνοῦμεν σέ, εὐλογοῦμεν σέ, προσκυνοῦμεν σέ, δοξολογοῦμεν σέ, εὐχαριστοῦμεν σοί, διὰ τὴν μεγάλην σοῦ δόξαν.

Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἰρῶν τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἰρῶν τάς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

Ὅτι σὺ εἲ μόνος Ἅγιος, σῦ εἲ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σέ, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησον μέ, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτον σοί.

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἲ ὁ Θεός μου.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσι σέ.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ/νυκτί ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμάς.

Εὐλογητὸς εἴ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμάς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Εὐλογητὸς εἴ, Κύριε, δίδαξον μὲ τὰ δικαιώματά σου.

Εὐλογητὸς εἴ, Δεσπότα, συνέτισον μὲ τὰ δικαιώματά σου.

Εὐλογητὸς εἴ, Ἅγιε, φώτισον μὲ τοῖς δικαιώμασί σου.

Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.
-------------------------------------------------------------------------------------------------------
Μεγαλυνάριο Θεοτόκου
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
-------------------------------------------------------------------------------------------------------

Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι.
Κα νν κα ε κα ες τος αἰῶνας τν αώνων. μήν.
Κύριε, λέησον· Κύριε, λέησον· Κύριε, λέησον.

Δι᾿ εχν τν γίων Πατέρων μν,

Κύριε ησο Χριστέ,  Θεός μν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.




ΠΗΓΗ: Αγίου Γέροντος Παϊσίου Αγιορείτου
ΛΟΓΟΙ ς΄
ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ
σελ. 271-274

Επιμέλεια ανάρτησης: ΕΛΛΗΝΙΚΗ ΝΑΥΣ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.