16.3.20

Ἐφραίμ τοῦ Σύρου – Εὐχή ἐξομολογητική (πρίν τόν ὕπνον)


Αποτέλεσμα εικόνας για Ἐφραὶμ τοῦ Σύρου


 Ἐφραὶμ τοῦ Σύρου – Εὐχὴ ἐξομολογητικὴ (πρὶν τὸν ὕπνον)

«Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἁγίαν σου Μητέρα τιμιωτέραν ἀναδείξας πασῶν τῶν ἐπουρανίων Δυνάμεων, αὐτὸς Πανάγαθε, διὰ τῶν πρεσβειῶν αὐτῆς καὶ πάντων σου τῶν ἁγίων, παρακλήθητι καὶ συγχώρησὸν μοὶ τῷ ἀναξίῳ δούλω σου, εἰ τί ἥμαρτον σήμερον ὡς ἄνθρωπος, μᾶλλον δὲ ὡς ἀπάνθρωπος, τὰ ἑκούσιά μου πταίσματα καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, τὰ ἐκ συναρπαγὴς καὶ ἀπροσεξίας καὶ πολλῆς μου ραθυμίας καὶ ἀμελείας γεγενημένα,


εἴτε τὸ ὄνομά σου τὸ ἅγιον ὤμοσα, εἴτε ἐπιώρκησα, ἢ ἐβλασφήμησα κατὰ διάνοιαν, ἢ ἐν τινι σὲ παρώργισα, ἢ ἔκλεψα, ἢ ἐψευσάμην, ἢ φίλος παρέλαβε πρὸς ἐμὲ καὶ παρεῖδον αὐτόν, ἢ ἀδελφὸν ἔθλιψα καὶ παρεπίκρανα, ἢ ἱσταμένου μου ἐν προσευχῇ καὶ ψαλμωδίᾳ ὁ νοῦς μου ὁ πονηρὸς εἰς τὰ πονηρὰ καὶ βιωτικὰ περιεπόλευσεν, ἢ παρὰ τὸ πρέπον ἐτρύφησα, ἢ εὐτράπελα ἐλάλησα, ἢ ἀφθόνως ἐγέλασα, ἢ ἐκενοδόξησα, ἢ ὑπερηφανευσάμην, ἢ κάλλος μάταιον ἐθεασάμην καὶ ὑπ’αὐτοῦ ἐθέλγην τὸν νοῦν, ἢ τὰ μὴ δέοντα ἐφλυάρησα, ἢ τὸ ἐλάττωμα τοῦ ἀδελφοῦ μου περιειργασάμην καὶ κατέκρινα αὐτὸν καὶ τὰ ἐμαυτοῦ ἀναρίθμητα ἐλαττώματα περεβλαψάμην, εἴτε τῆς προσευχῆς μου ἠμέλησα, εἴτε τί ἄλλο πονηρὸν ἐνενόησα. Ταῦτα πάντα καὶ ἄλλα, ἄπερ ἔπραξα καὶ οὐ μέμνημαι, συγχώρησὸν μοὶ ὁ Θεὸς τῷ ἀχρείῳ δούλω σου καὶ ἐλέησον μὲ ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ἵνα ἐν εἰρήνῃ κοιμηθῶ καὶ ὑπνώσω ὁ ἄσωτος ἐγώ, δοξάζων σὲ σὺν τῷ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»   

Πηγή υλικού
Ιερά Λαύρα Αγίου Σάββα του Ηγιασμένου

Επιλογή υλικού
Αικατερίνη Διαμαντοπούλου
Υπεύθυνη υλικού των Ιστοχώρων του Πατριαρχείου Ιεροσολύμων

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.