6.4.26

Αναγνώσματα από το βιβλίο του Ιώβ (Παλαιά Διαθήκη) - Μ. Δευτέρα έως Μ. Παρασκευή




Εσπερινός Μ. Δευτέρας: Ἰ­ὼβ τὸ Ἀ­νά­γνω­σμα (α´ 1-12)
Εσπερινός Μ. Τρίτης: Ἰ­ὼβ τὸ Ἀ­νά­γνω­σμα (α´ 13-22)
Εσπερινός Μ. Τετάρτης: Ἰ­ὼβ τὸ Ἀ­νά­γνω­σμα (β´ 1-10)
Εσπερινός Μ. Πέμπτης: Ἰ­ὼβ τὸ Ἀ­νά­γνω­σμα (λη´ 1-21. μβ´ 1-5)
Εσπερινός Μ. Παρασκευής: Ἰ­ὼβ τὸ Ἀ­νά­γνω­σμα (μβ´ 12-17)

 

ΕΣΠΕΡΙΝΟΣ Μ. ΔΕΥΤΕΡΑΣ

Ι­ΩΒ ΤΟ Α­ΝΑ­ΓΝΩ­ΣΜΑ (Α´ 1-12).

Ἄν­θρω­πός τις ἦν ἐν τῇ χώ­ρᾳ τῇ Αὐ­σί­τι­δι, ᾧ ὄ­νο­μα Ἰ­ώβ· καὶ ἦν ὁ ἄν­θρω­πος ἐ­κεῖ­νος ἄ­μεμ­πτος, δί­και­ος, ἀ­λη­θι­νός, θε­ο­σε­βής, ἀ­πε­χό­με­νος ἀ­πὸ παν­τὸς πο­νη­ροῦ πράγ­μα­τος. Ἐ­γέ­νον­το δὲ αὐ­τῷ υἱ­οὶ ἑ­πτά, καὶ θυ­γα­τέ­ρες τρεῖς· καὶ ἦν τὰκτή­νη αὐ­τοῦ, πρό­βα­τα ἑ­πτα­κι­σχί­λι­α, κά­μη­λοι τρι­σχί­λι­αι, ζεύ­γη βο­ῶν πεν­τα­κό­σι­α, θή­λει­αι ὄ­νοι νο­μά­δες πεν­τα­κό­σι­αι, καὶ ὑ­πη­ρε­σί­α πολ­λὴ σφό­δρα, καὶ ἔρ­γα με­γά­λα ἦν αὐ­τῷ ἐ­πὶ τῆς γῆς· καὶ ἦν ὁ ἄν­θρω­πος ἐ­κεῖ­νος εὐ­γε­νὴς τῶν ἀφ᾿ἡ­λί­ου ἀ­να­το­λῶν.
Συμ­πο­ρευ­ό­με­νοι δὲ οἱ υἱ­οὶ αὐ­τοῦ πρὸς ἀλ­λή­λους, ἐ­ποί­ουν πό­τον καθ᾿ ἑ­κά­στηνἡ­μέ­ραν, συμ­πα­ρα­λαμ­βά­νον­τες ἅ­μα καὶ τὰς τρεῖς ἀ­δελ­φὰς αὐ­τῶν, ἐ­σθί­ειν καὶπί­νειν μετ᾿ αὐ­τῶν. Καὶ ὡς ἂν συ­νε­τε­λέ­σθη­σαν αἱ ἡ­μέ­ραι τοῦ πό­του, ἀ­πέ­στελ­λεν Ἰ­ώβ, καὶ ἐ­κα­θά­ρι­ζεν αὐ­τοὺς ἀ­νι­στά­με­νος τὸ πρω­ΐ, καὶ προ­σέ­φε­ρε πε­ρὶ αὐ­τῶν θυ­σί­ας, κα­τὰ τὸν ἀ­ριθ­μὸν αὐ­τῶν, καὶ μό­σχον ἕ­να πε­ρὶ ἁ­μαρ­τί­ας ὑ­πὲρ τῶν ψυ­χῶν αὐ­τῶν. Ἔ­λε­γε γὰρ Ἰ­ώβ· Μή­πο­τε οἱ υἱ­οί μου ἐν τῇ δι­α­νοί­ᾳ αὐ­τῶν κα­κὰἐ­νε­νό­η­σαν πρὸς τὸν Θε­όν; Οὕ­τως οὖν ἐ­ποί­ει Ἰ­ὼβ πά­σας τὰς ἡ­μέ­ρας. Καὶ ἐ­γέ­νε­το ὡς ἡ ἡ­μέ­ρα αὕ­τη, καὶ ἰ­δού, ἦλ­θον οἱ Ἄγ­γε­λοι τοῦ Θε­οῦ πα­ρα­στῆ­ναι ἔ­ναν­τι τοῦ Κυ­ρί­ου, καὶ ὁ δι­ά­βο­λος ἦλ­θε μετ᾿ αὐ­τῶν. Καὶ εἶ­πεν ὁ Κύ­ρι­ος τῷ δι­α­βό­λῳ· πό­θεν πα­ρα­γέ­γο­νας; καὶ ἀ­πο­κρι­θεὶς ὁ δι­ά­βο­λος τῷ Κυ­ρί­ῳ εἶ­πε· Πε­ρι­ελ­θὼν τὴν γῆν, καὶ ἐμ­πε­ρι­πα­τή­σας τὴν ὑπ᾿ οὐ­ρα­νὸν, πά­ρει­μι. Καὶ εἶ­πεν αὐ­τῷ ὁ Κύ­ρι­ος· Προ­σέ­σχες τῇ δι­α­νοί­ᾳ σου κα­τὰ τοῦ θε­ρά­πον­τός μου Ἰ­ώβ, ὅ­τι οὐκ ἔ­στιν αὐ­τῷ ὅ­μοι­ος τῶν ἐ­πὶ τῆς γῆς, ἄν­θρω­πος ἄ­μεμ­πτος, δί­και­ος, ἀ­λη­θι­νός, θε­ο­σε­βής, ἀ­πε­χό­με­νος ἀ­πὸ παν­τὸς πο­νη­ροῦ πράγ­μα­τος; Ἀ­πε­κρί­θη ὁ δι­ά­βο­λος καὶεἶ­πεν ἐ­ναν­τί­ον Κυ­ρί­ου· Μὴ δω­ρε­ὰν Ἰ­ὼβ σέ­βε­ται τὸν Θε­όν; οὐ­χὶ σὺ πε­ρι­έ­φρα­ξας τὰ ἔ­ξω αὐ­τοῦ, καὶ τὰ ἔ­σω τῆς οἰ­κί­ας αὐ­τοῦ, καὶ τὰ ἔ­ξω πάν­των τῶν ὄν­των αὐ­τοῦ κύ­κλῳ; τὰ δὲ ἔρ­γα τῶν χει­ρῶν αὐ­τοῦ εὐ­λό­γη­σας, καὶ τὰ κτή­νη αὐ­τοῦπολ­λὰ ἐ­ποί­η­σας ἐ­πὶ τῆς γῆς; ἀλ­λὰ ἀ­πό­στει­λον τὴν χεῖ­ρά σου, καὶ ἅ­ψαι πάν­των, ὧν ἔ­χει· ἦ μὴν εἰς πρό­σω­πόν σου εὐ­λο­γή­σει σε. Τό­τε εἶ­πεν ὁ Κύ­ρι­ος τῷ δι­α­βό­λῳ· Ἰ­δού, πάν­τα ὅ­σα ἐ­στὶν αὐ­τῷ, δί­δω­μι ἐν τῇ χει­ρί σου, ἀλλ᾿ αὐ­τοῦ μὴ ἅ­ψῃ. Καὶ ἐ­ξῆλ­θεν ὁ δι­ά­βο­λος ἀ­πὸ προ­σώ­που Κυ­ρί­ου.

 

ΕΣΠΕΡΙΝΟΣ Μ. ΤΡΙΤΗΣ

Ι­ΩΒ ΤΟ Α­ΝΑ­ΓΝΩ­ΣΜΑ (Α´ 13-22).

Ἐ­γέ­νε­το ὡς ἡ ἡ­μέ­ρα αὕ­τη, οἱ υἱ­οὶ Ἰ­ώβ, καὶ αἱ θυ­γα­τέ­ρες αὐ­τοῦ, ἤ­σθι­ον καὶ ἔ­πι­νον ἐν τῇ οἰ­κί­ᾳ τοῦ ἀ­δελ­φοῦ αὑ­τῶν τοῦ πρε­σβυ­τέ­ρου. Καὶ ἰ­δοὺ ἄγ­γε­λος ἦλ­θε πρὸς Ἰ­ώβ, καὶ εἶ­πεν αὐ­τῷ· Τὰ ζεύ­γη τῶν βο­ῶν ἠ­ρο­τρί­α, καὶ αἱ θή­λει­αι ὄ­νοι ἐ­βό­σκον­το ἐ­χό­με­ναι αὐ­τῶν· καὶ ἐλ­θόν­τες οἱ αἰχ­μα­λω­τεύ­ον­τες, ᾐχ­μα­λώ­τευ­σαν αὐ­τάς, καὶ τοὺς παῖ­δας ἀ­πέ­κτει­ναν ἐν στό­μα­τι μα­χαί­ρας· σω­θεὶς δὲ ἐ­γὼ μό­νος, ἦλ­θον τοῦ ἀ­παγ­γεῖ­λαί σοι. Ἔ­τι τού­του λα­λοῦν­τος, ἦλ­θεν ἕ­τε­ρος ἄγ­γε­λος πρὸς Ἰ­ώβ, καὶ εἶ­πε· Πῦρ ἔ­πε­σεν ἐκ τοῦ οὐ­ρα­νοῦ ἐ­πὶ τὴν γῆν, καὶ κα­τέ­καυ­σε τὰπρό­βα­τα, καὶ τοὺς ποι­μέ­νας κα­τέ­καυ­σεν ὁ­μοί­ως· καὶ σω­θεὶς ἐ­γὼ μό­νος, ἦλ­θον τοῦ ἀ­παγ­γεῖ­λαί σοι. Ἔ­τι τού­του λα­λοῦν­τος, ἦλ­θεν ἕ­τε­ρος ἄγ­γε­λος πρὸς Ἰ­ώβ, καὶ λέ­γει αὐ­τῷ· Οἱ ἱπ­πεῖς ἐ­ποί­η­σαν ἡ­μῖν ἀρ­χὰς τρεῖς, καὶ ἐ­κύ­κλω­σαν τὰς κα­μή­λους, καὶ ᾐχ­μα­λώ­τευ­σαν αὐ­τάς, καὶ τοὺς παῖ­δας ἀ­πέ­κτει­ναν ἐν μα­χαί­ραις·ἐ­σώ­θην δὲ ἐ­γὼ μό­νος, καὶ ἦλ­θον τοῦ ἀ­παγ­γεῖ­λαί σοι. Ἔ­τι τού­του λα­λοῦν­τος,ἄλ­λος ἄγ­γε­λος ἔρ­χε­ται πρὸς Ἰ­ώβ, λέ­γων· Τῶν υἱ­ῶν σου καὶ τῶν θυ­γα­τέ­ρων σου ἐ­σθι­όν­των καὶ πι­νόν­των πα­ρὰ τῷ υἱ­ῷ σου, τῷ ἀ­δελ­φῷ αὑ­τῶν τῷ πρε­σβυ­τέ­ρῳ, ἐ­ξαίφ­νης πνεῦ­μα μέ­γα ἦλ­θεν ἀ­πὸ τῆς ἐ­ρή­μου, καὶ ἥ­ψα­το τῶν τεσ­σά­ρων γω­νι­ῶν τῆς οἰ­κί­ας, καὶ ἔ­πε­σεν ἡ οἰ­κί­α ἐ­πὶ τὰ παι­δί­α σου, καὶ ἐ­τε­λεύ­τη­σαν· καὶἐ­σώ­θην ἐ­γὼ μό­νος, καὶ ἦλ­θον τοῦ ἀ­παγ­γεῖ­λαί σοι. Οὕ­τως ἀ­κού­σας Ἰ­ώβ, ἀ­να­στὰς δι­έῤ­ῥη­ξε τὰ ἱ­μά­τι­α αὑ­τοῦ, καὶ ἐ­κεί­ρα­το τὴν κό­μην τῆς κε­φα­λῆς αὑ­τοῦ, καὶ πε­σὼν χα­μαὶ προ­σε­κύ­νη­σε τῷ Κυ­ρί­ῳ, καὶ εἶ­πεν· Αὐ­τὸς γυ­μνὸς ἐ­ξῆλ­θονἐκ κοι­λί­ας μη­τρός μου, γυ­μνὸς καὶ ἀ­πε­λεύ­σο­μαι ἐ­κεῖ· ὁ Κύ­ρι­ος ἔ­δω­κεν, ὁ Κύ­ρι­ος ἀ­φεί­λε­το· ὡς τῷ Κυ­ρί­ῳ ἔ­δο­ξεν, οὕ­τω καὶ ἐ­γέ­νε­το· εἴ­η τὸ ὄ­νο­μα Κυ­ρί­ου εὐ­λο­γη­μέ­νον εἰς τοὺς αἰ­ῶ­νας. Ἐν τού­τοις πᾶ­σι τοῖς συμ­βε­βη­κό­σιν αὐ­τῷ, οὐ­δὲνἥ­μαρ­τεν Ἰ­ὼβ ἔ­ναν­τι Κυ­ρί­ου, οὐ­δὲ ἐν τοῖς χεί­λε­σιν αὑ­τοῦ· καὶ οὐκ ἔ­δω­κεν ἀ­φρο­σύ­νην τῷ Θε­ῷ.

 

 

 

 

 

 

 

ΕΣΠΕΡΙΝΟΣ Μ. ΤΕΤΑΡΤΗΣ

Ι­ΩΒ ΤΟ Α­ΝΑ­ΓΝΩ­ΣΜΑ (Β´ 1-10).

Ἐ­γέ­νε­το δὲ ὡς ἡ ἡ­μέ­ρα αὕ­τη, καὶ ἦλ­θον οἱ Ἄγ­γε­λοι τοῦ Θε­οῦ πα­ρα­στῆ­ναι ἐ­ναν­τί­ον τοῦ Κυ­ρί­ου· καὶ ὁ δι­ά­βο­λος ἦλ­θεν ἐν μέ­σῳ αὐ­τῶν, πα­ρα­στῆ­ναι ἐ­ναν­τί­ον τοῦ Κυ­ρί­ου. Καὶ εἶ­πεν ὁ Κύ­ρι­ος τῷ δι­α­βό­λῳ· Πό­θεν σὺ ἔρ­χῃ; εἶ­πε δὲ ὁ δι­ά­βο­λος ἐ­ναν­τί­ον Κυ­ρί­ου· Δι­α­πο­ρευ­θεὶς τὴν ὑπ᾿ οὐ­ρα­νόν, καὶ ἐμ­πε­ρι­πα­τή­σας τὴν σύμ­πα­σαν, πά­ρει­μι. Εἶ­πε δὲ ὁ Κύ­ρι­ος πρὸς τὸν δι­ά­βο­λον· Προ­σέ­σχες τὸν θε­ρά­πον­τά μου Ἰ­ώβ, ὅ­τι οὐκ ἔ­στι κατ᾿ αὐ­τόν, τῶν ἐ­πὶ τῆς γῆς, ἄν­θρω­πος, ὅ­μοι­ος αὐ­τῷ, ἄ­κα­κος, ἀ­λη­θι­νός, ἄ­μεμ­πτος, θε­ο­σε­βής, ἀ­πε­χό­με­νος ἀ­πὸ παν­τὸς κα­κοῦ; ἔ­τι δὲ ἔ­χε­ται ἀ­κα­κί­ας· σὺ δὲ εἶ­πας, τὰ ὑ­πάρ­χον­τα αὐ­τοῦ δι­α­κε­νῆς ἀ­πο­λέ­σαι. Ὑ­πο­λα­βὼν δὲ ὁ δι­ά­βο­λος, εἶ­πε τῷ Κυ­ρί­ῳ· Δέρ­μα ὑ­πὲρ δέρ­μα­τος· καὶ πάν­τα ὅ­σα ὑ­πάρ­χει ἀν­θρώ­πῳ, ὑ­πὲρ τῆς ψυ­χῆς αὐ­τοῦ ἐ­κτί­σει· οὐ μὴν δέ, ἀλ­λὰ ἀ­πο­στεί­λας τὴν χεῖ­ρά σου, ἅ­ψαι τῶν ὀ­στῶν αὐ­τοῦ, καὶ τῶν σαρ­κῶν αὐ­τοῦ· ἦμὴν εἰς πρό­σω­πόν σε εὐ­λο­γή­σει. Εἶ­πε δὲ ὁ Κύ­ρι­ος τῷ δι­α­βό­λῳ. Ἰ­δοὺ πα­ρα­δί­δω­μί σοι αὐ­τόν· μό­νον τὴν ψυ­χὴν αὐ­τοῦ δι­α­φύ­λα­ξον. Καὶ ἐ­ξῆλ­θεν ὁ δι­ά­βο­λος ἀ­πὸ προ­σώ­που Κυ­ρί­ου· καὶ ἔ­παι­σε τὸν Ἰ­ὼβ ἕλ­κει πο­νη­ρῷ ἀ­πὸ πο­δῶν ἕ­ως κε­φα­λῆς. Καὶ ἔ­λα­βεν ἑ­αυ­τῷ ὄ­στρα­κον, ἵ­να τὸν ἰ­χῶ­ρα ξύ­ῃ, καὶ ἐ­κά­θη­το ἐ­πὶ τῆς κο­πρί­ας, ἔ­ξω τῆς πό­λε­ως. Χρό­νου δὲ πολ­λοῦ προ­βε­βη­κό­τος, εἶ­πεν αὐ­τῷ ἡ γυ­νὴαὐ­τοῦ· Μέ­χρι τί­νος καρ­τε­ρή­σει λέ­γων· Ἰ­δοὺ ἀ­να­μέ­νω χρό­νον ἔ­τι μι­κρόν, προσ­δε­χό­με­νος τὴν ἐλ­πί­δα τῆς σω­τη­ρί­ας μου; ἰ­δοὺ γὰρ ἠ­φά­νι­σταί σου τὸ μνη­μό­συ­νον ἀ­πὸ τῆς γῆς· υἱ­οὶ καὶ θυ­γα­τέ­ρες, ἐ­μῆς κοι­λί­ας ὠ­δῖ­νες καὶ πό­νοι, οὓς εἰς τὸκε­νὸν ἐ­κο­πί­α­σα με­τά μό­χθων· σὺ δὲ αὐ­τὸς ἐν σα­πρί­ᾳ σκω­λή­κων κά­θη­σαι, δι­α­νυ­κτε­ρεύ­ων αἴ­θρι­ος, κἀ­γὼ πλα­νῆ­τις καὶ λά­τρις, τό­πον ἐκ τό­που πε­ρι­ερ­χο­μέ­νη, καὶ οἰ­κί­αν ἐξ οἰ­κί­ας, προσ­δε­χο­μέ­νη τὸν ἥ­λι­ον πό­τε δύ­σε­ται, ἵ­να ἀ­να­παύ­σω­μαι τῶν μό­χθων μου, καὶ τῶν ὀ­δυ­νῶν, αἵ με νῦν συ­νέ­χου­σιν· ἀλ­λὰ εἶ­πόν τιῥῆ­μα πρὸς Κύ­ρι­ον, καὶ τε­λεύ­τα. Ὁ δὲ ἐμ­βλέ­ψας αὐ­τῇ, εἶ­πεν· Ἵ­να τί, ὥ­σπερ μί­α τῶν ἀ­φρό­νων γυ­ναι­κῶν ἐ­λά­λη­σας οὕ­τως; εἰ τὰ κα­λὰ ἐ­δε­ξά­με­θα ἐκ χει­ρὸς Κυ­ρί­ου, τὰ κα­κὰ οὐχ ὑ­ποί­σω­μεν; Ἐν τού­τοις πᾶ­σι τοῖς συμ­βε­βη­κό­σιν αὐ­τῷ, οὐ­δὲἥ­μαρ­τεν Ἰ­ὼβ τοῖς χεί­λε­σιν ἐ­ναν­τί­ον τοῦ Θε­οῦ.

 

 

 

 

 

 

ΕΣΠΕΡΙΝΟΣ Μ. ΠΕΜΠΤΗΣ

Ι­ΩΒ ΤΟ Α­ΝΑ­ΓΝΩ­ΣΜΑ (ΛΗ´ 1-21. ΜΒ´ 1-5).

Εἶ­πε Κύ­ρι­ος τῷ Ἰ­ώβ, δι­ὰ λαί­λα­πος καὶ νε­φῶν· Τίς οὗ­τος ὁ κρύ­πτων με βου­λήν, συ­νέ­χων δὲ ῥή­μα­τα ἐν καρ­δί­ᾳ, ἐ­μὲ δὲ οἴ­ε­ται κρύ­πτειν; Ζῶ­σαι, ὥ­σπερ ἀ­νήρ, τὴν ὀ­σφύν σου· ἐ­ρω­τή­σω δέ σε, σὺ δέ μοι ἀ­πο­κρί­θη­τι. Ποῦ ᾖς ἐν τῷ θε­με­λι­οῦν με τὴν γῆν; ἀ­πάγ­γει­λον δέ μοι, εἰ ἐ­πί­στα­σαι σύ­νε­σιν. Τίς ἔ­θε­το τὰ μέ­τρα αὐ­τῆς, εἰ οἶ­δας; ἢ τις ὁ ἐ­πα­γα­γὼν σπαρ­τί­ον ἐπ᾿ αὐ­τῆς; ἐ­πὶ τί­νος οἱ κρί­κοι αὐ­τῆς πε­πή­γα­σι; τίς δέ ἐ­στιν ὁ βα­λὼν λί­θον γω­νι­αῖ­ον ἐπ᾿ αὐ­τῆς; Ὅ­τε ἐ­γε­νή­θη­σαν ἄ­στρα, ᾔ­νε­σάν με φω­νῇ με­γά­λῃ πάν­τες Ἄγ­γε­λοί μου· ἔ­φρα­ξα δὲ θά­λασ­σαν πύ­λαις, ὅ­τε ἐ­μαι­οῦ­το ἐκ κοι­λί­ας μη­τρὸς αὐ­τῆς ἐκ­πο­ρευ­ο­μέ­νη· ἐ­θέ­μην δὲ αὐ­τῇ νέ­φος ἀμ­φί­α­σιν, ὁ­μί­χλῃ δὲ αὐ­τὴν ἐ­σπαρ­γά­νω­σα· ἐ­θέ­μην δὲ αὐ­τῇ ὅ­ρι­α, πε­ρι­θεὶς κλεῖ­θρα καὶ πύ­λας. Εἶ­πον δὲ αὐ­τῇ· μέ­χρι τού­του ἐ­λεύ­σῃ, καὶ οὐχ ὑ­περ­βή­σῃ,ἀλλ᾿ ἐν σε­αυ­τῇ συν­τρι­βή­σον­ταί σου τὰ κύ­μα­τα. Ἢ ἐ­πὶ σοῦ συν­τέ­τα­χα φέγ­γος πρω­ϊ­νόν; ἑ­ω­σφό­ρος δὲ εἶ­δε τὴν ἑ­αυ­τοῦ τά­ξιν, ἐ­πι­λα­βέ­σθαι πτε­ρύ­γων γῆς, ἐ­κτι­νά­ξαι ἀ­σε­βεῖς ἐξ αὐ­τῆς; Ἢ σύ, λα­βὼν πη­λόν, ἔ­πλα­σας ζῷ­ον, καὶ λα­λη­τὸν αὐ­τὸν ἔ­θου ἐ­πὶ τῆς γῆς; ἀ­φεῖ­λες δὲ ἀ­πὸ ἀ­σε­βῶν τὸ φῶς, βρα­χί­ο­να δὲ ὑ­πε­ρη­φά­νων συ­νέ­τρι­ψας; ἦλ­θες δὲ ἐ­πί πη­γὴν θα­λάσ­σης, ἐν δὲ ἴ­χνε­σιν ἀ­βύσ­σου πε­ρι­ε­πά­τη­σας; ἀ­νοί­γον­ται δέ σοι φό­βῳ πύ­λαι θα­νά­του, πυ­λω­ροὶ δὲ ᾍ­δου ἰ­δόν­τές σε, ἔ­πτη­ξαν; νε­νου­θέ­τη­σαι δὲ τὸ εὖ­ρος τῆς ὑπ᾿ οὐ­ρα­νόν; Ἀ­νάγ­γει­λον δέ μοι· πό­ση τίς ἐ­στι; ποί­ᾳ δὲ γῇ αὐ­λί­ζε­ται τὸ φῶς; σκό­τους δὲ ποῖ­ος ὁ τό­πος; Εἰἀ­γά­γοις με εἰς ὅ­ρι­α αὐ­τῶν, εἰ δὲ καὶ ἐ­πί­στα­σαι τρί­βους αὐ­τῶν; οἶ­δας ἄ­ρα ὅ­τι τό­τε γε­γέ­νη­σαι, ἀ­ριθ­μὸς δὲ ἐ­τῶν σου πο­λύς; Ὑ­πο­λα­βὼν δὲ Ἰ­ώβ, τῷ Κυ­ρί­ῳ λέ­γει· Οἶ­δα ὅ­τι πάν­τα δύ­να­σαι, ἀ­δυ­να­τεῖ δέ σοι οὐ­δέν. Τίς γάρ ἐ­στιν ὁ κρύ­πτων σε βου­λήν; φει­δό­με­νος δὲ ῥη­μά­των, καὶ σὲ οἴ­ε­ται κρύ­πτειν; τίς δὲ ἀ­ναγ­γε­λεῖμοι, ἃ οὐκ ᾔ­δειν, με­γά­λα καὶ θαυ­μα­στά, ἃ οὐκ ἐ­πι­στά­μην; Ἄ­κου­σον δέ μου, Κύ­ρι­ε, ἵ­να κἀ­γὼ λα­λή­σω· ἐ­ρω­τή­σω δέ σε, σὺ δέ με δί­δα­ξον· ἀ­κο­ὴν μὲν ὠ­τός, ἤ­κου­όν σου τὸ πρό­τε­ρον, νυ­νὶ δέ, ὁ ὀ­φθαλ­μός μου, ἑ­ώ­ρα­κέ σε.

 

 

 

 

 

 

 

ΕΣΠΕΡΙΝΟΣ Μ. ΠΑΡΑΣΚΕΥΗΣ

Ι­ΩΒ ΤΟ Α­ΝΑ­ΓΝΩ­ΣΜΑ (ΜΒ´ 12-17).

Εὐ­λό­γη­σε Κύ­ρι­ος τὰ ἔ­σχα­τα τοῦ Ἰ­ὼβ μᾶλ­λον, ἢ τὰ ἔμ­προ­σθεν· ἦν δὲ τὰ κτή­νη αὐ­τοῦ, πρό­βα­τα μύ­ρι­α τε­τρα­κι­σχί­λι­α, κά­μη­λοι ἑ­ξα­κι­σχί­λι­αι, ζεύ­γη βο­ῶν χί­λι­α, ὄ­νοι θή­λει­αι νο­μά­δες χί­λι­αι. Γεν­νῶν­ται δὲ αὐ­τῷ υἱ­οὶ ἑ­πτά, καὶ θυ­γα­τέ­ρες τρεῖς. Καὶ ἐ­κά­λε­σε τὴν μὲν πρώ­την, Ἡ­μέ­ραν· τὴν δὲ δευ­τέ­ραν, Κασ­σί­αν· τὴν δὲτρί­την, Ἀ­μαλ­θαί­ας κέ­ρας. Καὶ οὐχ εὑ­ρέ­θη­σαν κα­τὰ τὰς θυ­γα­τέ­ρας Ἰ­ώβ, βελ­τί­ους αὐ­τῶν ἐν τῇ ὑπ᾿ οὐ­ρα­νόν· ἔ­δω­κε δὲ αὐ­ταῖς ὁ πα­τὴρ κλη­ρο­νο­μί­αν ἐν τοῖς ἀ­δελ­φοῖς. Ἔ­ζη­σε δὲ Ἰ­ώβ, με­τὰ τὴν πλη­γήν, ἔ­τη ἑ­κα­τὸν ἑ­βδο­μή­κον­τα· τὰ δὲ πάν­τα ἔ­τη ἔ­ζη­σε δι­α­κό­σι­α τεσ­σα­ρά­κον­τα. Καὶ εἶ­δεν Ἰ­ὼβ τοὺς υἱ­οὺς αὑ­τοῦ, καὶτοὺς υἱ­οὺς τῶν υἱ­ῶν αὑ­τοῦ, τε­τάρ­την γε­νε­άν· καὶ ἐ­τε­λεύ­τη­σεν Ἰ­ὼβ πρε­σβύ­τε­ρος, καὶ πλή­ρης ἡ­με­ρῶν. Γέ­γρα­πται δέ, αὐ­τὸν πά­λιν ἀ­να­στή­σε­σθαι μεθ᾿ ὧν ὁΚύ­ρι­ος ἀ­νί­στη­σιν. Οὗ­τος ἑρ­μη­νεύ­ε­ται ἐκ τῆς Συ­ρι­α­κῆς βί­βλου, ἐν μὲν γῇ κα­τοι­κῶν τῇ Αὐ­σί­τι­δι, ἐ­πὶ τοῖς ὁ­ρί­οις τῆς Ἰ­δου­μαί­ας, καὶ Ἀ­ρα­βί­ας· προ­ϋ­πῆρ­χε δὲαὐ­τῷ ὄ­νο­μα, Ἰ­ω­βάβ· λα­βὼν δὲ γυ­ναῖ­κα Ἀ­ρά­βισ­σαν, γεν­νᾷ υἱ­όν, ᾧ ὄ­νο­μα Ἐ­νών. Ἦν δὲ αὐ­τὸς πα­τρὸς μὲν Ζα­ρέ, ἐκ τῶν Ἠ­σαῦ υἱ­ῶν υἱ­ός, μη­τρὸς δὲ Βο­σόῤ­ῥας, ὥ­στε εἶ­ναι αὐ­τὸν πέμ­πτον ἀ­πὸ Ἀ­βρα­άμ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.