28.9.21

ΨΑΛΤΗΡΙΟΥ τοῦ ΔΑΥΪΔ, ἡ ΑΝΑΓΝΩΣΙΣ


Κάθισμα 1ον : Ψαλμοί 1 – 8 Κάθισμα 2ον : Ψαλμοί. 9 - 16 Κάθισμα 3ον : Ψαλμοί 17 - 23 Κάθισμα 4ον : Ψαλμοί 24 - 31 Κάθισμα 5ον : Ψαλμοί 32 - 36 Κάθισμα 6ον : Ψαλμοί 37 - 45 Κάθισμα 7ον : Ψαλμοί 46 - 54 Κάθισμα 8ον : Ψαλμοί 55 - 63 Κάθισμα 9ον : Ψαλμοί 64 - 69 Κάθισμα 10ον : Ψαλμοί 70 - 76 Κάθισμα 11ον : Ψαλμοί 77 - 84 Κάθισμα 12ον : Ψαλμοί 85 - 90 Κάθισμα 13ον : Ψαλμοί 91 - 100 Κάθισμα 14ον : Ψαλμοί 101 - 104 Κάθισμα 15ον : Ψαλμοί 105 - 108 Κάθισμα 16ον : Ψαλμοί 109 - 117 Κάθισμα 17ον : Ψαλμοί 118 Κάθισμα 18ον : Ψαλμοί 119 - 133 Κάθισμα 19ον : Ψαλμοί 134 - 142 Κάθισμα 20ον : Ψαλμοί 143 - 150

Οἰκτίρμων καὶ ἐλεἠμων ὁ Κύριος, μακρὀθυμος καὶ πολυέλεος. οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ Ἡ ἠθοποιὸς Ταχτσόγλου Καλλιόπη ἀναγινώσκει τὸ ψαλτήριον τοῦ Δαυΐδ, πρὸς ψυχικὴν ἐνδυνάμωση καὶ μετάνοια, ἡμῶν, τῶν ἁμαρτωλῶν, μὲ τὴν βεβαιότητα πὼς ὁ Ἕλληνας θὰ ξαναβρῇ τὸν φιλότιμο ἔνθεο ἐαυτόν του, πρὸς δόξαν Θεοῦ καὶ σωτηρίαν τοῦ Σύμπαντος κόσμου. «γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾖ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου» ψ.142ος (8) «ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου, ἐνώπιόν μού ἐστι διαπαντός» ψ.50ος (5) «ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι» ψ.40 (5) «ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι. ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου» ψ.30ος (10) «μὴ ἐγκαταλίπῃς με, Κύριε. ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ΄ἐμοῦ. πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου» ψ.37ος (22,23) «πολλοὶ λέγουσι τῇ ψυχῇ μου. οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ» ψ. 3ος (3) «ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε,εἶπα. σὺ εἶ ὁ Θεός μου» ψ.30ος (15) «ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ» ψ.22ος (4) «εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ. οὐκ ἔστι Θεός» ψ.52ος (2) «ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος... ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ» ψ.55ος ( 12,5) «Ἰνατὶ ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;» ψ.2ος (1) «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ» ψ.2ος (2) «Κύριε ὁ Θεὸς μου, ἐπὶ σοὶ ἤλπισα. σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με, μὴποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου» ψ.7ος (2,3) «οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ» ψ.32ος (16) «ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις» ψ.17ος (28) «μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία» ψ.145 (3) «ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ Κὐριον ἢ ἐλπίζειν ἐπ' ἄρχουσι» ψ.117ος (8,9) «εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτὸ. δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς» ψ.73ος (8) «ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμέ, καὶ ἐκάλυψέ με σκότος» ψ.54ος (5,6) «ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον» ψ.30ος (25) «οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα» ψ.19ος (8) «μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαός, ὅν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ» ψ.32ος (12) «οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό, τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσονται» ψ.36ος (38) «οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν» ψ.45ος (3) «Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ πάντες οἱ μισοῦντες αὐτόν» ψ.67ος (2) «ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε,ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ» ψ.46ος (7,8,9) «ὅτι οὖτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. αὐτὸς ποιμανεῖ ἡμᾶς εὶς τοὺς αἰῶνας» ψ.47ος (15) « τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν;» ψ.76ος (14) «ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα» ψ.91ος (7) «ᾂσω τῷ Κυρίῳ ἐν τῇ ζωή μου, ψαλῶ τῷ Θεῷ μου ἔως ὑπάρχω» ψ.103ος (33) «Ἂσατε τῷ Κυρίῳ ἆσμα καινόν, ἂσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. ᾂσατε τῷ Κυρίῳ» ψ.95ος(1,2) «Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ, δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνη, εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει» ψ.99ος (1,2)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.