27.3.20

Άλλη μια διαχρονική προφητεία...

Ο Προφήτης Ησαΐας | Πεμπτουσία

Σχόλιο: Άλλη μια διαχρονική προφητεία από το σημερινό (27/3/20) ανάγνωσμα της ς΄ (6ης) ώρας. Δεν τα λέει μόνο για τους Ιουδαίους ο Προφήτης...


Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΘ', 13-23) - (κλικ ΕΔΩ για να δείτε και τη μετάφραση)

Τάδε λέγει Κύριος· Ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ, μάτην δὲ σέβονταί με, διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.

Διὰ τοῦτο, ἰδοὺ ἐγὼ προσθήσω, τοῦ μετατεθῆναι τὸν λαὸν τοῦτον, καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω, οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες, καὶ οὐ διὰ Κυρίου! οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες! καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσι. τίς ἑώρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται, ἢ ἃ ἡμεῖς ποιοῦμεν; Οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό, οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι, οὐ συνετῶς με ἐποίησας;


οὐκέτι μικρόν, καὶ μετατεθήσεται ὁ Λίβανος, ὡς τὸ ὄρος τὸ Χέρμελ, καὶ τὸ Χέρμελ εἰς δρυμὸν λογισθήσεται; Καὶ ἀκούσονται ἐν τῇ ἡμέρα ἐκείνη κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.

Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ, καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ, πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις, πρόσκομμα θήσουσιν, ὅτι ἐπλαγίασαν ἐπ ἀδίκοις δίκαιον. Διὰ τοῦτο, τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ, οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδέ, νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ, ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου, καὶ ἁγιάσουσι τὸν Ἅγιον Ἰακώβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.


Επισημάνσεις και επιμέλεια ανάρτησης
ΕΛΛΗΝΙΚΗ ΝΑΥΣ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.