Ετικέτες

15.1.15

ΑΚΟΛΟΥΘΙΑ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ (κατά κόσμον Αρσένιος Εζνεπίδης, 25 Ιουλίου 1924 - 12 Ιουλίου 1994)



ΑΚΟΛΟΥΘΙΑ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ  ΤΟΥ  ΕΝ  ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
Κύ­ρι­ε εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου. Καὶ μὴ εἰ­σέλ­θεις εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σοῦ, ὅ­τι οὐ δι­και­ο­θή­σε­ται ἐ­νώ­πι­ον σοῦ πᾶς ζῶν. Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου. Ἐ­τα­πεί­νω­σε εἰς γῆν τὴν ζω­ήν μου. Ἐ­κά­θι­σε μὲ ἐν σκο­τει­νοῖς ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ΄ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου. Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των. Δι­ε­πέ­τα­σα πρὸς σὲ τάς χεῖ­ράς μου, ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρος σοί. Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου. Μὴν ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ΄ ἐ­μοῦ καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον. Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ὶ τὸ ἔ­λε­ός σου, ὅ­τι πρὸς σὲ ἥ­ρα τὴν ψυ­χήν μου. Ἐ­ξε­λοῦ μὲ ἐκ τῶν ἐ­χθρῶν μου, Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον, δί­δα­ξον μὲ τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἰ ὁ Θε­ός μου. Τὸ πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει μὲ ἐν γῆ εὐ­θεῖ­α, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις μέ. Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου, καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου, καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γὼ δοῦ­λος σοῦ εἰ­μι.
Θε­ὸς Κύ­ρι­ος καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.
Τῷ Ἁ­γί­ῳ τοῦ Χρι­στοῦ Πα­ϊ­σί­ω, τῷ δο­ξα­σθέν­τι δω­ρε­αῖς οὐ­ρα­νί­ους, προ­σπέ­σω­μεν  ἐκ βά­θους ψυ­χῆς Ἅ­γι­ε Πα­ϊ­σι­ε, Ὀρ­θο­δό­ξων Προ­στά­τα, πά­σης ἡ­μὰς λύ­τρω­σε συμ­φο­ρὰς καὶ ἀ­νάγ­κης καὶ πει­ρα­σμώ­ν  καὶ νό­σων χα­λε­πῶν, τοὺς κα­τα­φεύ­γον­τας Πά­τερ, τῇ σκέ­πῃ σου.

Δό­ξα….
Ὡς εἰ­λη­φὼς πα­ρὰ Θε­οῦ ἐ­ξου­σί­αν τοῦ θε­ρα­πεύ­ειν τάς δει­νὰς κα­χε­ξί­ας Πά­τερ, ἴ­α­σαι δε­ό­με­θα τοὺς δει­νῶς θλι­βο­μέ­νους, νό­σοις καὶ πα­θή­μα­σι καὶ πκραῖς ἀλ­γη­δό­σι καὶ ἐν εἰ­ρή­νῃ φύ­λατ­τε ἡ­μάς, ταῖς σαῖς πρε­σβεῖ­ες Πά­τερ Ὅ­σι­ε.
Καὶ νῦν. Θε­ο­το­κί­ον
 Ου σι­ω­πή­σο­μεν πό­τε, Θε­ο­τό­κε, τάς δυ­να­στεί­ας σου λα­λεῖν οἱ ἀ­νά­ξι­οι.Εἰ μὴ γὰρ προ­ΐ­στα­σο πρε­σβεύ­σου­σα, τὶς ἡ­μὰς  ἐῤ­ῥύ­σα­το ἐκ το­σού­των κιν­δύ­νων; Τὶς δὲ δι­ε­φύ­λα­ξεν ἕ­ως νῦν ἐ­λευ­θέ­ρους; Οὐκ ἀ­πο­στῶ­μεν, Δέ­σποι­να, ἐκ σοῦ· σοῦς γὰρ δού­λους σῴ­ζεις ἀ­εὶ ἐκ παν­τοί­ων δει­νῶν.
Εἶ­τα τὸν Ν΄ Ψαλ­μόν.
Ἐ­λέ­η­σον μὲ ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξα­λεῖ­ψον τὸ ἀ­νό­μη­μά μου. Ἐ­πὶ πλεῖ­ον πλῦ­νον μὲ ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σον μέ. Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μού ἐ­στι δι­ὰ παν­τός. Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα, ὅ­πως ἂν δι­και­ω­θὴς ἐν τοῖς λό­γοις σου, καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαι σέ. Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σε μὲ ἡ μή­τηρ μου. Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας, τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι. Ῥαν­τι­εὶς μὲ ὑσ­σώ­πω καὶ κα­θα­ρι­σθή­σο­μαι, πλυ­νεῖς μέ, καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι. Ἀ­κου­τι­είς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην, ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να. Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου, καὶ πά­σας τάς ἀ­νο­μί­ας μου ἐ­ξα­λεῖ­ψον. Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοὶ ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου. Μὴ ἀ­ποῤ­ῥί­ψης μὲ ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ΄ ἐ­μοῦ. Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σοῦ καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξον μέ. Δι­δά­ξω ἀ­νό­μους τάς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι. Ῥυ­σαὶ μὲ ἐξ αἱ­μά­των ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου, ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου. Κύ­ρι­ε τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. Ὅ­τι εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν, ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις. Θυ­σί­α τῷ Θε­ῶ πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει. Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ών, καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ. Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰν καὶ ὁ­λο­καυ­τώ­μα­τα, τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.
 Ἅγιε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
 Πολλοίς συ­νε­χό­με­νος πει­ρα­σμοῖς, πρὸς σὲ κα­τα­φεύ­γω, ἀ­να­βο­ῶν ὡς με­σί­τῃ πρὸς τὸν Θε­όν· εἰ­ρή­νευ­σον, πά­τερ, τὴν ζω­ήν μου καὶ τὴν κατ΄ἄμ­φω ὑ­γεί­αν μοι δώ­ρη­σαι.
Ἅγιε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
 Ὁσίως ἀ­νύ­σας σοῦ τὴν ζω­ήν, ἀ­εὶ ἁ­γι­ά­ζεις καὶ λυ­τρού­σαι παν­τὸς κα­κοῦ Πα­ϊ­σι­ε Πά­τερ Θε­ο­φό­ρε τοὺς προ­σι­όν­τας τῇ σκέ­πῃ σου.
 Θεοτοκίον.
Πα­να­γού­δας τὸν ἀ­θλη­τὴν καὶ τὴν Θε­ο­τό­κον ἀ­νυ­μνή­σω­μεν ἐν ᾠ­δαῖς, πρε­σβεύ­ειν αἰ­τοῦν­τες πρὸς Σω­τη­ρὰ καὶ βο­η­θεῖν ἐν κιν­δύ­νοις καὶ θλίψε­σει
Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ἀ­γαλ­λό­με­νοι πάν­τες, ὡς ἐν χο­ρῷ, κρά­ζο­μεν σοῦ τοὺς ἄ­θλους, πά­τερ, αἰ­νοῦν­τες καὶ τοὺς ἀ­γῶ­νάς σου κα­τὰ τοῦ ἄρ­χον­τος τῶν ἀ­κα­θάρ­των πνευ­μά­των, οὐ μα­νί­ας, ὅ­σι­ε, σῷ­ζε ὑ­μνούν­τας σέ.
 Ἅγιε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ἀ­ποῤ­ῥή­των τὸν μύ­στην, θαυ­μα­τουρ­γὸν ὅ­σι­ον, πά­σης Ἑλ­λά­δος τὸν προ­στά­την πάν­τες δο­ξά­σω­μεν, ὕ­μνοις ἐ­ξαί­ρον­τες, τῶν χα­ρι­σμά­των τὸ πλῆ­θος, δι ὧν ὁ Πα­ρά­κλη­τος τοῦ­τον ἐ­κό­σμη­σε.
 Θεοτοκίον
 Φυλακτήριον πάν­των ἐκ τῶν δει­νῶν θλί­ψε­ων σὺ ὑ­πάρ­χεις μό­νη, Παρ­θέ­νε, φρού­ρει ὑ­μνούν­τας σὲ ἐν τῷ ἐ­λέ­ει σου, πρε­σβεί­αις τοῦ Πα­ϊ­σί­ου, πα­νελ­λή­νων Γέ­ρον­τος, παν­τε­λε­ή­μο­νος.
Δι­ά­σω­σον ἀ­πὸ κιν­δύ­νων τοὺς δού­λους σοῦ, θεῖ­ε Πά­τερ, τοὺς τὴν σὴν ἐν δει­νοῖς αἰ­τοῦν­τας βο­ή­θει­αν καὶ δί­ω­ξον ἄγ­χος καὶ ἀ­κη­δί­αν.
Ἐ­πι­βλέ­ψον ἐν εὐ­με­νεί­ᾳ, πα­νύ­μνη­τε Θε­ο­τό­κε, ἐ­πὶ τὴν ἐ­μὴν χα­λε­πὴν τοῦ σώ­μα­τος κά­κω­σιν καὶ ἴ­α­σαι τῆς ψυ­χῆς μου τὸ ἄλ­γος.
Φυ­λά­ξαι ἡ­μὰς δε­ό­με­θα ἐκ θλί­ψε­ων, τη­ρή­σαι πι­στοὺς τῇ πί­στει τοῦ Χρι­στοῦ ἡ­μῶν, Πα­ϊ­σι­ε ὅ­σι­ε, τοῦ Ἄ­θω τὸ νέ­ον βλά­στη­μα, τῆς Ἐκ­κλη­σί­ας καύ­χη­μα σε­πτὸν καὶ πάν­των ὁ­σί­ων ἐγ­καλ­λώ­πι­σμα.Ταὐτὸν
Ἅγιε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Πλη­γεὶς τῇ κα­κί­ᾳ τοῦ δυ­σμε­νοῦς, τῇ σὴ ἀν­τι­λή­ψει κα­τα­φεύ­γω ἀ­να­βο­ῶν: Εἰ­ρή­νευ­σον Πά­τερ τὴν ζω­ή μου καὶ τὴν κατ΄ἄμ­φω ὑ­γεί­αν μοι δώ­ρη­σαι.
Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ὢ και­νὰ καὶ θαυ­μά­σι­α τὰ τῇ χά­ρι­τί σου τε­ρα­τουρ­γού­με­να! Ποί­οις λό­γοις ὕ­μνους πλέ­ξω σοί; Δει­λι­ῶ, ὢ πά­τερ, καὶ ἐ­ξί­στα­μαι.
Θε­ο­το­κί­ον.
       Πα­να­γί­α μου Δέ­σποι­να, τῶν ἀγ­γέ­λων θαῦ­μα τὸ ἀ­κα­τά­λη­πτον, ὑ­μνω­δεῖν σὲ κα­τα­ξί­ω­σον τοῦ Σω­τῆ­ρος πάν­των τὴν γεν­νή­τρι­αν.
Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ὅ­λων ὁ πα­τὴρ καὶ προ­στά­της ὄν­τως γέ­γο­νας θλι­βο­μέ­νων ἐν ζω­ῇ ἡ χαρ­μο­νή, ὡς πα­ρέ­χων πᾶ­σι θεί­αν προ­στα­σί­αν σου.
Ἅγιε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
 Ρώσιν ἐν δει­νοῖς σέ, Πα­ϊ­σι­ε, κε­κτή­με­θα, σοὶ προ­σφεύ­γον­τες θερ­μαῖς ἐν προ­σευ­χαῖς, ὡς με­σί­την πρὸς Θε­ὸν τὸν πα­νοι­κτίρ­μο­να.  Φύ­λα­ξον ἡ­μὰς τοὺς τι­μῶν­τας σέ, Πα­ϊ­σι­ε, χο­ρη­γῶν τῆς μαρ­τυ­ρί­ας τοῦ Χρι­στοῦ τὴν προ­αί­ρε­σιν καὶ ζέ­σιν θεί­ας πί­στε­ως.
Θε­ο­το­κί­ον.
Ὕ­μνον σοι, Ἁ­γνή, εὐ­φρο­σύ­νως ἀ­να­μέλ­πο­μεν, τῶν ἀγ­γέ­λων οὖ­σαν ὄν­τως γλυ­κα­σμόν, καὶ πι­κρί­αν Εὕ­ας λύ­σα­σαν τῷ τό­κῳ σου.
Ἅ­γι­ε τοῦ Θε­οῦ,πρέ­σβευε ὑπὲρ ἡ­μῶν. 
Ῥων­νύ­με­θα ταῖς εὐ­χαῖς σου, ὅ­σι­ε, καὶ ψυ­χὴν πρὸς οὐ­ρα­νοὺς ἀ­νυ­ψοῦ­μεν, ὑ­πο­μο­νὴν καὶ ἀν­δρεί­αν πλου­τοῦν­τες ἐν πει­ρα­σμοῖς καὶ δει­ναῖς ἐ­πι­θέ­σε­σι, Πα­ϊ­σι­ε, πά­τερ ἡ­μῶν· ὅ­θεν πάν­τες κοι­νὴ ἀ­νυ­μνοῦ­μεν σέ.
Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Θαυ­μά­των δυ­νά­μεις ὡς ἐ­νερ­γῶν, θε­ρά­πευ­σον Πά­τερ ἀ­σθε­νεί­ας ὀ­δυ­νη­ρὰς τῶν τὴν σὴ βο­ή­θει­αν ζη­τούν­των θαυ­μα­τουρ­γὲ Πα­ϊ­σι­ε.
Θε­ο­το­κί­ον
Ὑ­μνοῦν­τες σέ, Θε­ο­τό­κε Ἄ­χραν­τε, τάς ψυ­χὰς πρὸς οὐ­ρα­νοὺς ἀ­νυ­ψοῦ­μεν, τῇ του Υἱ­οῦ σου ἀ­γά­πη θαῤ­ῥοῦν­τες καὶ μη­τρι­καῖς σοῦ πρε­σβεί­αις ἐλ­πί­ζον­τες, δε­ό­με­νοι ἐ­πι­τυ­χεῖν πα­ρα­δεί­σου τερ­πνοῦ ἀ­πο­λαύ­σε­ως.
Δι­ά­σω­σον ἀ­πὸ κιν­δύ­νων, Πα­ϊ­σι­ε, σοῦς ἱ­κέ­τας καὶ πα­ρα­σχοὺ τῇ σὴ μο­νῇ βο­ή­θει­αν, ὅ­σι­ε, ὡς ἔ­χων πρὸς Κύ­ρι­ον παῤ­ῥη­σί­αν.
Ἄ­χραν­τε ἡ δι­ὰ λό­γου τὸν Λό­γον ἀ­νερ­μη­νεύ­τως ἐπ ἐ­σχά­τως τῶν ἡ­με­ρῶν τε­κού­σα, δυ­σώ­πη­σον ὡς ἔ­χου­σα μη­τρι­κὴν παῤ­ῥη­σί­αν.
«Προ­στα­σί­α τῶν χρι­στι­α­νῶν».
Τί­μι­ος ἐ­ναν­τί­ον Κυ­ρί­ου ὁ θά­να­τος τοῦ Ὁ­σί­ου αὐ­τοῦ.
 Τοις ἁ­γί­οις αὐ­τοῦ τοῖς ἐν τῇ γῆ ἐ­θαυ­μά­στω­σεν ὁ Κύ­ρι­ος.
Εὐ­αγ­γέ­λι­ον κα­τὰ Λου­κᾶν.
Εἶ­πεν ὁ Κύ­ρι­ος τοῖς ἑ­αυ­τοῦ Μα­θη­ταῖς. προ­σέ­χε­τε ἀ­πὸ τῶν ἀν­θρώ­πων. ἐ­πι­βα­λοῦ­σι γὰρ ἐφ’ ὑ­μᾶς τάς χεῖ­ρας αὐ­τῶν καὶ δι­ώ­ξου­σι, πα­ρα­δι­δόν­τες εἰς συ­να­γω­γὰς καὶ φυ­λα­κάς, ἀ­γο­μέ­νους ἐ­πὶ βα­σι­λεῖς καὶ ἡ­γε­μό­νας ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός μου. Ἀ­πο­βή­σε­ται δὲ ὑ­μῖν εἰς μαρ­τύ­ρι­ον. Θέ­σθε οὖν εἰς τάς καρ­δί­ας ὑ­μῶν μὴ προ­με­λε­τᾶν ἀ­πο­λο­γη­θῆ­ναι. Ἐ­γὼ γὰρ δώ­σω ἡ­μῖν στό­μα καὶ σο­φί­αν, ἡ οὐ δυ­νή­σον­ται ἀν­τει­πεῖν οὐ­δὲ ἀν­τι­στῆ­ναι πάν­τες οἱ ἀν­τι­κεί­με­νοι ὑ­μῖν. Πα­ρα­δο­θή­σε­σθε δὲ καὶ ὑ­πὸ γο­νέ­ων καὶ συγ­γε­νῶν καὶ φί­λων καὶ ἀ­δελ­φῶν, καὶ θα­να­τώ­σου­σι ἐξ ὑ­μῶν, καὶ ἔ­σε­σθε μι­σού­με­νοι ὑ­πὸ πάν­των δι­ὰ τὸ ὄ­νο­μά μου. Καὶ θρὶξ ἐκ τῆς κε­φα­λῆς ὑ­μῶν οὐ μὴ ἀ­πό­λη­ται. ἐν τῇ ὑ­πο­μο­νῇ ὑ­μῶν κτή­σα­σθε τάς ψυ­χὰς ὑ­μῶν.
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ὸ καὶ Ἁ­γί­ω Πνεύ­μα­τι
Ταῖς του σοῦ Ὁ­σί­ου πρε­σβεί­αις, Ἐ­λε­ῆ­μον, ἐ­ξα­λεῖ­ψον τὰ πλή­θη τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
 Και νῦν καὶ ἀ­εί.Ταὐτὸν
Ταῖς τῆς Θε­ο­τό­κου πρε­σβεί­αις, Ἐ­λε­ῆ­μον, ἐ­ξα­λεῖ­ψον τὰ πλή­θη τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
 Ελεήμον, ἐ­λέ­η­σον μὲ ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός Σου καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν Σου ἐ­ξα­λεῖ­ψον τὸ ἀ­νό­μη­μά μου.
Ἄ­θω­νος μύ­στην, μο­να­χῶν τὸ σέ­μνω­μα, ἱ­ε­ρέ­ων παν­τι­μον ἐγ­καλ­λώ­πι­σμα, ἰ­α­τρὸν ἄ­ρι­στον, ὀρ­φα­νῶν πα­τέ­ρα, τῶν πι­πτόν­των σὲ ἀ­νόρ­θω­σιν ἔ­γνω­μεν, ὅ­σι­ε, καὶ τῶν δαι­μο­νών­των τὴν λύ­τρω­σιν· γα­λή­νης ἡ­μῖν πρό­ξε­νον καὶ χα­ρὰς με­γά­λης τὸν αἴ­τι­ον.Ὅ­θεν σοι βο­ῶ­μεν· μὴ παύ­σῃ ἐ­πι­σκέ­πτε­σθαι ἡ­μᾶς, ἰ­ᾶ­σθαι, πά­τερ Πα­ϊ­σι­ε, καὶ φυ­λάτ­τειν δού­λους σοῦ.
 Σώσον ὁ Θε­ὸς τὸν λα­όν σου...
 Ἅγιε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ἐν ἁ­πλό­τη­τι ὅ­λην τὴν ζω­ήν σου δί­ηλ­θες καὶ ὑ­πη­ρέ­τη­σας Θε­ώ τε καὶ ἀν­θρώ­ποις, νυ­κτός τε καὶ ἡ­μέ­ρα προ­σευ­χό­με­νος, ὅ­σι­ε, καὶ φέ­ρων πό­νους ἡ­μῶν, Πα­ϊ­σι­ε, παμ­μά­καρ.
Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Πα­τρι­κὴν σοῦ πρε­σβεί­αν, ἐκ­ζη­τοῦ­μεν, τρι­σμά­καρ, πρὸς τὸν Θε­ὸν ἡ­μῶν, ἵ­να δι­α­σω­θῶ­μεν κιν­δύ­νων και­μα­νί­ας πο­νη­ροῦ πο­λε­μή­το­ρος, θαῤ­ῥοῦν­τες, πά­τερ, τῇ σὴ με­γά­λῃ εὐ­σπλαγ­χνί­ᾳ.
Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Ἠ­γα­πή­θης ὑ­φ` ὅ­λων, ὡς ἀ­γά­πην πη­γά­ζων καὶ πλημ­μυ­ρὼν ἡ­μᾶς, πλη­γάς τε θε­ρα­πεύ­ων, δαι­μό­νι­α ἐκ­βάλ­λων καὶ ἐκ πό­νων λυ­τρού­με­νος, πα­ρέ­χων χά­ριν δεῖ ἀ­εὶ τοῖς αἰ­του­μέ­νοις πᾶ­σι.
Θε­ο­το­κί­ον
Εὐ­γνω­μό­νως ὑ­μνοῦ­μεν Σέ, Παρ­θέ­νε καὶ μῆ­τερ Θε­ο­χα­ρί­τω­τε, ὡς τέ­ξα­σαν τῷ κό­σμῳ Σω­τῆ­ρα ἀ­πει­ράν­δρως καὶ Θε­ὸν Πα­νοι­κτίρ­μο­να, πρὸς ὂν πρε­σβεύ­εις ἀ­εὶ σω­θῆ­ναι τοὺς ἀν­θρώ­πους.
Ἅ­γι­ε  τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
  Ὑπέρ ὑ­γεί­ας καὶ σω­τη­ρί­ας τοῦ κό­σμου τάς εὐ­χάς σου Χρι­στῷ σῦ προ­σά­γεις, ὅ­θεν σὲ ὑ­μνοῦ­μεν, Πα­ϊ­σι­ε, τρι­σμά­καρ.
 Ἅγιε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
 Αμαρτιών μοῦ Σῦ τὴν πλη­θὺν ἄ­φες, Σῶ­τερ, Πα­ϊ­σί­ου θερ­μαῖς ἱ­κε­σί­αις, καὶ ἐν με­τα­νοί­ᾳ τὸν βί­ον μου πα­ρα­σχού. Γαλήνην δί­δου τρι­κυ­μι­ζού­ση καρ­δί­α, τῶν δει­νῶν τάς ὀ­δύ­νας πρα­ΰ­νων χά­ρι­τί σου, πά­τερ, κα­μνόν­των εὐ­γερ­γέ­τα.
 Θεοτοκίον
 Γέγονας μή­τηρ ἐν παρ­θε­νί­ᾳ τε­λοῦ­σα,τὸν Θε­ὸν καὶ Σω­τη­ρὰ τε­κού­σα, ὂν ἐκ­δυ­σω­πού­σα, κιν­δύ­νων σῴ­ζεις πάν­τας.
Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
Νο­ση­μά­των παν­τοί­ων καὶ χα­λε­πῶν θλί­ψε­ων καὶ ἐ­πη­ρει­ῶν ὀ­λε­θρί­ων καὶ ἐ­πι­θέ­σε­ων τοῦ ἀρ­χε­κά­κου ἐ­χθροῦ, ὡς συμ­πα­θής, ἀ­σθε­νεῖς δι­έ­σῳ­ζε τοὺς σὲ γε­ραί­ρον­τας.
Ἅ­γι­ε τοῦ Θε­οῦ, πρέ­σβευ­ε ὑ­πὲρ ἡ­μῶν.
 Εν ὀ­δύ­ναις καὶ πό­νοις καὶ φο­βε­ραῖς μά­στι­ξι Πά­τερ. Τῇ ζω­ῇ μου ἀ­νύ­ων, πρὸς σὲ κα­τέ­φυ­γον, μὴν οὖν πα­ρί­δῃς μέ, ἀλ­λὰ τῇ σὴ ἐ­πι­σκέ­ψει, ἐκ τῶν συ­νε­χόν­των μὲ δει­νῶν ἀ­πάλ­λα­ξον.
 Θεοτοκίον.
Ὑ­μνοῦ­μεν σὲ Παρ­θέ­νε, Κε­χα­ρι­τω­μέ­νη, ὡς τὴν ἐλ­πί­δα τῷ κό­σμῳ δω­ρή­σα­σαν, τε­κού­σα πᾶ­σι Σω­τη­ρὰ Θε­ὸν καὶ ἄν­θρω­πον.
Το Ἄ­ξι­όν ἐ­στι
καὶ τὰ Με­γα­λυ­νά­ρι­α ταῦ­τα.
Χαί­ροις τῶν ὁ­σί­ων ἡ καλ­λο­νὴ καὶ τῶν ἀ­σκου­μέ­νων ὁ­δη­γὸς καὶ ὑ­πο­γραμ­μός. Χαί­ροις μο­να­χῶν τὸ στέ­φος καὶ ἡ δό­ξα, Πα­ϊ­σι­ε τρι­σμά­καρ, Ἄ­θω­νος καύ­χη­μα.
Ῥυ­σθῆ­ναι πει­ρα­τη­ρί­ων παν­τοί­ων καὶ σκαν­δά­λων τοῦ ἐ­χθροῦ ὀ­λε­θρί­ων καὶ ἀ­ναγ­κῶν καὶ στε­νώ­σε­ων πλεί­στων, τὸν Παν­ι­κτοίρ­μω­να Λό­γον ἱ­κέ­τευ­ε, Παί­σι­ε θαυ­μα­τουρ­γέ, τοὺς προ­στρέ­χον­τας πί­στει τῇ σκέ­πῃ σου.
Τῆς Ἀ­πο­κα­λύ­ψε­ως θε­ω­ρός, τῆς πρὸς Ἰ­ω­άν­νην, ἐν τῇ Πά­τμω σῦ γε­γο­νώς, ὤ­φθης μύ­στης μέ­γας  τῶν θεί­ων μυ­στη­ρί­ων, τὰ Χε­ρου­βὶμ ἐγ­γί­σας τῇ τα­πει­νώ­σει σου.
Ναυ­α­γῶν τοῦ βί­ου ὤ­φθης λι­μὴ καὶ τῶν θλι­βο­μέ­νων ἡ πα­ρά­κλη­σις ἡ θερ­μή, τῶν ἀ­πο­λω­λό­των ποι­μὴν τῆς Ἐκ­κλη­σί­ας, καὶ κρή­νην ἰ­α­μά­των τῆς θεί­ας χά­ρι­τος.
Πᾶ­σαι τῶν ἀγ­γέ­λων αἱ στρα­τι­αί, Πρό­δρο­με Κυ­ρί­ου, Ἀ­πο­στό­λων ἡ δω­δε­κάς, οἱ ἅ­γι­οι πάν­τες με­τὰ τῆς Θε­ο­τό­κου, ποι­ή­σα­τε πρε­σβεί­αν εἰς τὸ σω­θῆ­ναι ἡ­μάς.
Τὸ Τρι­σά­γι­ον...
Ἀ­πο­λυ­τί­κι­ον.
Καπ­πα­δο­κί­ας τὸν γό­νον, καὶ Ἁ­γί­ου Ὅ­ρους τὸν ἔ­φο­ρον, τὸν ἐ­σχά­τοις χρό­νοις φα­νέν­τα ἀ­ρε­τῆς,  φί­λον γνή­σι­ον, Πα­ϊ­σι­ον τι­μή­σω­μεν πι­στοί, ὡς ἔν­θε­ον θε­ρά­πον­τα Χρι­στοῦ, ἀ­να­βλύ­ζει γὰρ ἰ­ά­σεις παν­το­δα­πὰς τοῖς εὐ­λα­βῶς  κραυ­γά­ζου­σι, δό­ξα τῷ σὲ δο­ξά­σαν­τι Χρι­στῷ, δό­ξα τῷ σὲ θαυ­μα­στώ­σαν­τι, δό­ξα τῷ ἐ­νερ­γούν­τι δι­ὰ Σοῦ πᾶ­σιν ἰ­ά­μα­τα,
 Πάσι τοῖς τι­μῶ­σιν εὐ­λα­βῶς τὴν σε­πτήν σου μνή­μην, τρι­σμά­καρ, καὶ δε­ο­μέ­νοις πι­στῶς δώ­ρη­σαι τὴν ἴ­α­σιν πα­θών, Πα­ϊ­σι­ε· καὶ κιν­δύ­νων καὶ θλί­ψε­ων καὶ ζά­λης τοῦ κό­σμου λύ­τρω­σαι πρε­σβεί­αις σου τούς σοι προ­στρέ­χον­τας· ἔ­χεις γὰρ πολ­λὴν παῤ­ῥη­σί­αν, ὡς Χρι­στοῦ θε­ρά­πων καὶ φί­λος, με­σι­τεύ­ειν, ὅ­σι­ε, πρὸς Κύ­ρι­ον.
Δέ­σποι­να, πρόσ­δε­ξαι τάς δε­ή­σεις τῶν δού­λων σοῦ καὶ λύ­τρω­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης ἀ­νάγ­κης καὶ θλί­ψε­ως.
Τὴν πᾶ­σαν ἐλ­πί­δα μου εἰς σὲ ἀ­να­τί­θη­μι, μῆ­τερ τοῦ Θε­οῦ, φύ­λα­ξον μὲ ὑ­πὸ τὴν σκέ­πην σου.

Ἀ­στὴρ φα­ει­νὸς ἐ­δεί­χθεις τοῖς μο­νά­ζου­σιν. Ὡς φέγ­γος νυ­κτὶ αὐ­γά­ζεις ἐν τοῖς πέ­ρα­σιν. Οὕ­τω Πά­τερ ἐ­λάμ­ψας κα­θά­περ ἥ­λι­ος, δι­ὰ τοῦ­το Πα­ϊ­σι­ε μὴν παύ­σεις πρε­σβεύ­ων ὑ­πὲρ πάν­των ἡ­μῶν.

( Στην συνείδηση  του πληρώματος της Εκκλησίας ο π. Παϊσιος  τιμάται ως Άγιος,  ενώ  ακόμη  ήταν εν ζωή).  
                                         

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.