Ετικέτες

13.4.18

Μεσονυκτικό, Ώρες και Απόδειπνο Διακαινησίμου Εβδομάδος (πασχάλιος ακολουθία)

Αποτέλεσμα εικόνας για ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ


ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ

Ἀπό τὴν Κυριακῆ τοῦ Πάσχα καὶ γιὰ ὃλη τὴ διακαινήσιμο ἑβδομάδα (μέχρι τὸ ἀπὀγευμα του Σαββάτου), ὡς καὶ τὴν ἡμέρα τῆς Ἀποδόσεως, τὸ Ἀ­πό­δει­πνο, τὸ Με­σο­νυ­κτι­κό καὶ οἱ Ὧ­ρες (α΄, γ΄, ς΄, θ΄), τε­λοῦν­ται οὕ­τως·

Εἰ μὲν ἐστιν ἱερεύς, λέγει· Ε
ὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Εἰ δὲ μὴ ὑπάρχει ἱερεύς λέγε: Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ, Χρι­στὲ ὁ Θε­ός ἡμῶν, ἐ­λέ­η­σον καὶ σῶσον ἡ­μᾶς.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Χρι­στ
ὸς ἀ­νέ­στη ἐκ νε­κρῶν, θα­νά­τῳ θά­να­τον πα­τή­σας, καὶ τοῖς ἐν τοῖς μνή­μα­σι, ζω­ὴν χα­ρι­σά­με­νος. (τρις)

Ἀ­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον Ἰ­η­σοῦν, τὸν μό­νον ἀ­να­μάρ­τη­τον. Τὸν σταυ­ρόν σου, Χρι­στέ, προ­σκυ­νοῦ­μεν καὶ τὴν ἁ­γί­αν σου ἀ­νά­στα­σιν ὑ­μνοῦ­μεν καὶ δο­ξά­ζο­μεν· σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, ἐκτός σου ἄλ­λον οὐκ οἴ­δα­μεν, τὸ ὄ­νο­μά σου ὀ­νο­μά­ζο­μεν. Δεῦ­τε πάν­τες οἱ πι­στοὶ προ­σκυ­νή­σω­μεν τὴν τοῦ Χρι­στοῦ ἁ­γί­αν ἀ­νά­στα­σιν· ἰ­δοὺ γὰρ ἦλ­θε δι­ὰ τοῦ σταυ­ροῦ, χα­ρὰ ἐν ὅ­λῳ τῷ κό­σμῳ. Δι­ὰ παν­τὸς εὐ­λο­γοῦν­τες τὸν Κύρι­ον, ὑ­μνοῦ­μεν τὴν ἀ­νά­στα­σιν αὐ­τοῦ· σταυ­ρὸν γὰρ ὑ­πο­μεί­νας δι᾿ ἡ­μᾶς θα­νά­τῳ θά­να­τον ὤ­λε­σεν. (τρις)


Προ­λα­βο
ῦ­σαι τὸν ὄρ­θρον αἱ πε­ρὶ Μα­ρι­ὰμ καὶ εὑ­ροῦ­σαι τὸν λί­θον ἀποκυλι­σθέν­τα τοῦ μνή­μα­τος, ἤ­κου­ον ἐκ τοῦ ἀγ­γέ­λου· Τὸν ἐν φω­τὶ ἀ­ϊ­δί­ῳ ὑ­πάρ­χον­τα με­τὰ νε­κρῶν τί ζη­τεῖ­τε ὡς ἄν­θρω­πον; βλέ­πε­τε τὰ ἐν­τά­φι­α σπάρ­γα­να· δρά­με­τε καὶ τῷ κό­σμῳ κη­ρύ­ξα­τε, ὡς ἠ­γέρ­θη ὁ Κύ­ρι­ος θανατώσας τὸν θά­να­τον· ὅ­τι ὑ­πάρ­χει Θε­οῦ Υἱ­ός, τοῦ σῴ­ζον­τος τὸ γέ­νος τῶν ἀν­θρώ­πων.

Ε
ἰ καὶ ἐν τά­φῳ κα­τῆλ­θες, ἀ­θά­να­τε, ἀλ­λὰ τοῦ ᾅ­δου κα­θεῖ­λες τὴν δύ­να­μιν· καὶ ἀ­νέ­στης ὡς νι­κη­τής, Χρι­στὲ ὁ Θε­ός, γυ­ναι­ξὶ μυ­ρο­φό­ροις φθεγ­ξά­με­νος Χαί­ρε­τε, καὶ τοῖς σοῖς ἀ­πο­στό­λοις εἰ­ρή­νην δω­ρού­με­νος, ὁ τοῖς πε­σοῦ­σι παρέ­χων ἀ­νά­στα­σιν.

Ἐν τά­φῳ σω­μα­τι­κῶς, ἐν ᾅ­δου δὲ με­τὰ ψυ­χῆς ὡς Θε­ός, ἐν πα­ρα­δεί­σῳ δὲ μετὰ λῃ­στοῦ καὶ ἐν θρό­νῳ ὑ­πῆρ­χες, Χρι­στέ, με­τὰ Πα­τρὸς καὶ Πνεύ­μα­τος, πάν­τα πλη­ρῶν ὁ ἀ­πε­ρί­γρα­πτος.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι·

Ὡς ζω­η­φό­ρος, ὡς πα­ρα­δεί­σου ὡ­ραι­ό­τε­ρος ὄν­τως καὶ πα­στά­δος πά­σης βασι­λι­κῆς ἀ­να­δέ­δει­κται λαμ­πρό­τε­ρος, Χρι­στέ, ὁ τά­φος σου, ἡ πη­γὴ τῆς ἡμῶν ἀ­να­στά­σε­ως.

Κα
ὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αίώνων. Ἁμήν.

Θε­ο­το­κί­ον.
Τὸ τοῦ Ὑ­ψί­στου ἡ­γι­α­σμέ­νον θεῖ­ον σκή­νω­μα, χαῖ­ρε· δι­ὰ σοῦ γὰρ δέ­δο­ται ἡ χα­ρά, Θε­ο­τό­κε, τοῖς κραυ­γά­ζου­σιν· Εὐ­λο­γη­μέ­νη σὺ ἐν γυ­ναι­ξὶν ὑ­πάρ­χεις, πα­νά­μω­με.

Κύ­ρι­ε,
ἐ­λέ­η­σον (μ΄) (δηλ. 40 φορές).

Δό­ξα Πα­τρ
ὶ καὶ Υἱ­ῷ καὶ Ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τ
ὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σεραφίμ,  τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, τὴν ὄν­τως Θεοτόκον, σὲ μεγαλύνο­μεν.

Εἰ ἐστίν ἱερεύς, λέγε
· Ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, Πά­τερ.

Ὁ ἱ­ε­ρεύς·
Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ, Χρι­στὲ ὁ Θε­ός ἡμῶν, ἐλέ­η­σον καὶ σῶσον ἡ­μᾶς.
Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Διαβάζεται
ἡ παραπάνω ἀ­κο­λου­θί­α ἐκ γ΄ (δηλ. 3 φορές) γιὰ τὸ απόδειπνο, ἐκ γ΄ γιὰ τὸ μεσονυκτικό, ἐκ γ΄ γιὰ τὴν α΄ ὥρα, ἐκ γ΄ γιὰ τὴν γ΄ ὥρα, ἐκ γ΄ γιὰ τὴν ς΄ ὥρα καὶ ἐκ γ΄ γιὰ τὴν θ΄ ὥρα (δηλ. 3x6=18 φορές ἀνά ἡμέρα).











Εἰς δὲ τὸ Ἀ­πό­δει­πνον μό­νον, με­τὰ δὲ τὴν τρί­την ἐ­πα­νά­λη­ψιν λέ­γε­ται καὶ ἡ ἑ­πο­μέ­νη εὑχή·

Εὑχὴ το
ῦ Με­γά­λου Βα­σι­λεί­ου

Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα παν­το­κρά­τορ, ὁ φω­τί­σας τὴν ἡ­μέ­ραν τῷ φω­τὶ τῷ ἡ­λι­α­κῷ καὶ τὴν νύ­κτα φαι­δρύ­νας ταῖς αὐ­γαῖς τοῦ πυ­ρός· ὁ τὸ μῆ­κος τῆς ἡμέ­ρας δι­ελ­θεῖν ἡ­μᾶς κα­τα­ξι­ώ­σας καὶ προ­σεγ­γί­σαι ταῖς ἀρ­χαῖς τῆς νυκτός, ἐ­πά­κου­σον τῆς δε­ή­σε­ως ἡ­μῶν καὶ παν­τὸς τοῦ λα­οῦ σου· καὶ πᾶ­σιν ἡ­μῖν συγ­χω­ρή­σας τὰ ἑ­κού­σι­α καὶ τὰ ἀ­κού­σι­α ἁ­μαρ­τή­μα­τα, πρόσ­δε­ξαι τὰς ἑ­σπε­ρι­νὰς ἡ­μῶν ἱ­κε­σί­ας καὶ κα­τά­πεμ­ψον τὸ πλῆ­θος τοῦ ἐ­λέ­ους σου καὶ τῶν οἰ­κτιρ­μῶν σου ἐ­πὶ τὴν κλη­ρο­νο­μί­αν σου. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις ἀγγέλοις σου· ὅ­πλι­σον ἡ­μᾶς ὅ­πλοις δι­και­ο­σύ­νης σου· πε­ρι­χα­ρά­κω­σον ἡμᾶς τῇ ἀ­λη­θεί­ᾳ σου· φρού­ρη­σον ἡ­μᾶς τῇ δυ­νά­μει σου· ῥῦ­σαι ἡ­μᾶς ἐκ πάσης πε­ρι­στά­σε­ως καὶ πά­σης ἐ­πι­βου­λῆς τοῦ ἀν­τι­κει­μέ­νου. Πα­ρά­σχου δὲ ἡ­μῖν καὶ τὴν πα­ροῦ­σαν ἑ­σπέ­ραν σὺν τῇ ἐ­περ­χο­μέ­νῃ νυ­κτὶ τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κήν, ἀ­να­μάρ­τη­τον, ἀ­σκαν­δά­λι­στον, ἀ­φάν­τα­στον, καὶ πά­σας τὰς ἡμέ­ρας τῆς ζω­ῆς ἡ­μῶν· πρε­σβεί­αις τῆς ἁ­γί­ας Θε­ο­τό­κου καὶ πάν­των τῶν ἁγί­ων τῶν ἀπ᾿ αἰ­ῶ­νός σοι εὐ­α­ρε­στη­σάν­των. Ἀ­μήν.

Ὁ ἀ­να­γνώ­στης· Χρι­στὸς ἀ­νέ­στη ἐκ νε­κρῶν, θα­νά­τῳ θά­να­τον πα­τή­σας, καὶ τοῖς ἐν τοῖς μνή­μα­σι, ζω­ὴν χα­ρι­σά­με­νος. (τρις)

Ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν.

Εἰ δὲ μὴ ὑπάρχει ἱερεύς λέγε:

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τἀφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἱώνιον ζωὴν καὶ μέγα ἔλεος.

Χρι­στὸς ἀ­νέ­στη ἐκ νε­κρῶν, θα­νά­τῳ θά­να­τον πα­τή­σας, καὶ τοῖς ἐν τοῖς μνή­μα­σι, ζω­ὴν χα­ρι­σά­με­νος. (ἅπαξ)

Σημείωση: Τὸ βράδυ τοῦ Σαββάτου (πρὸ τῆς Κυριακῆς τοῦ Θωμᾶ) τελεῖται τὸ μικρὸ ἀπόδειπνο.

ΠΗΓΗ: ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ
ΕΚΔΟΣΕΙΣ: ΤΟ ΠΕΡΙΒΟΛΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.