Εσπερινός Μ. Δευτέρας: Ἰὼβ
τὸ Ἀνάγνωσμα (α´ 1-12)
Εσπερινός Μ. Τρίτης: Ἰὼβ
τὸ Ἀνάγνωσμα (α´ 13-22)
Εσπερινός Μ. Τετάρτης: Ἰὼβ
τὸ Ἀνάγνωσμα (β´ 1-10)
Εσπερινός Μ. Πέμπτης: Ἰὼβ
τὸ Ἀνάγνωσμα (λη´ 1-21. μβ´ 1-5)
Εσπερινός Μ. Παρασκευής: Ἰὼβ
τὸ Ἀνάγνωσμα (μβ´ 12-17)
Εσπερινός Μ. Δευτέρας
Ἰὼβ
τὸ Ἀνάγνωσμα (α´ 1-12).
Ἄνθρωπός τις ἦν ἐν
τῇ χώρᾳ τῇ
Αὐσίτιδι, ᾧ ὄνομα
Ἰώβ· καὶ ἦν
ὁ ἄνθρωπος
ἐκεῖνος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ
παντὸς πονηροῦ πράγματος. Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτά,
καὶ θυγατέρες τρεῖς· καὶ ἦν
τὰ κτήνη αὐτοῦ, πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι,
ζεύγη βοῶν πεντακόσια,
θήλειαι ὄνοι νομάδες
πεντακόσιαι, καὶ
ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα
μεγάλα ἦν αὐτῷ
ἐπὶ
τῆς γῆς· καὶ ἦν
ὁ ἄνθρωπος
ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾿ ἡλίου
ἀνατολῶν.
Συμπορευόμενοι δὲ οἱ
υἱοὶ
αὐτοῦ πρὸς ἀλλήλους,
ἐποίουν πότον καθ᾿ ἑκάστην
ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς
τρεῖς ἀδελφὰς αὐτῶν,
ἐσθίειν καὶ πίνειν μετ᾿ αὐτῶν. Καὶ ὡς
ἂν συνετελέσθησαν αἱ ἡμέραι
τοῦ πότου, ἀπέστελλεν Ἰώβ, καὶ ἐκαθάριζεν
αὐτοὺς ἀνιστάμενος
τὸ πρωΐ, καὶ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν
ἀριθμὸν αὐτῶν,
καὶ μόσχον ἕνα περὶ ἁμαρτίας
ὑπὲρ
τῶν ψυχῶν αὐτῶν.
Ἔλεγε γὰρ Ἰώβ·
Μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν
πρὸς τὸν Θεόν; Οὕτως οὖν ἐποίει
Ἰὼβ
πάσας τὰς ἡμέρας. Καὶ ἐγένετο
ὡς ἡ
ἡμέρα αὕτη, καὶ ἰδού,
ἦλθον οἱ Ἄγγελοι
τοῦ Θεοῦ παραστῆναι ἔναντι τοῦ Κυρίου, καὶ ὁ
διάβολος ἦλθε μετ᾿ αὐτῶν. Καὶ εἶπεν
ὁ Κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ
διάβολος τῷ Κυρίῳ εἶπε·
Περιελθὼν τὴν γῆν, καὶ ἐμπεριπατήσας
τὴν ὑπ᾿ οὐρανὸν, πάρειμι. Καὶ εἶπεν
αὐτῷ
ὁ Κύριος· Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ, ὅτι οὐκ ἔστιν
αὐτῷ
ὅμοιος τῶν ἐπὶ τῆς
γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ
παντὸς πονηροῦ πράγματος; Ἀπεκρίθη ὁ διάβολος καὶ εἶπεν
ἐναντίον Κυρίου· Μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Θεόν; οὐχὶ
σὺ περιέφραξας τὰ ἔξω
αὐτοῦ, καὶ τὰ
ἔσω τῆς οἰκίας αὐτοῦ, καὶ τὰ
ἔξω πάντων τῶν ὄντων
αὐτοῦ κύκλῳ; τὰ δὲ
ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας,
καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας
ἐπὶ
τῆς γῆς; ἀλλὰ ἀπόστειλον
τὴν χεῖρά σου, καὶ ἅψαι
πάντων, ὧν ἔχει· ἦ μὴν
εἰς πρόσωπόν σου εὐλογήσει σε. Τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Ἰδού,
πάντα ὅσα ἐστὶν αὐτῷ,
δίδωμι ἐν τῇ χειρί σου, ἀλλ᾿
αὐτοῦ μὴ
ἅψῃ.
Καὶ ἐξῆλθεν
ὁ διάβολος ἀπὸ
προσώπου Κυρίου.
Εσπερινός Μ. Τρίτης
Ἰὼβ τὸ Ἀνάγνωσμα (α´ 13-22).
Ἐγένετο ὡς ἡ
ἡμέρα αὕτη, οἱ υἱοὶ Ἰώβ,
καὶ αἱ θυγατέρες αὐτοῦ, ἤσθιον
καὶ ἔπινον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὑτῶν τοῦ πρεσβυτέρου. Καὶ ἰδοὺ ἄγγελος
ἦλθε πρὸς Ἰώβ,
καὶ εἶπεν αὐτῷ·
Τὰ ζεύγη τῶν βοῶν ἠροτρία,
καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·
καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες,
ᾐχμαλώτευσαν αὐτάς, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν στόματι μαχαίρας· σωθεὶς δὲ ἐγὼ μόνος, ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰώβ,
καὶ εἶπε· Πῦρ ἔπεσεν
ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν
γῆν, καὶ κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέκαυσεν ὁμοίως· καὶ σωθεὶς ἐγὼ μόνος, ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰώβ,
καὶ λέγει αὐτῷ·
Οἱ ἱππεῖς ἐποίησαν
ἡμῖν
ἀρχὰς τρεῖς, καὶ ἐκύκλωσαν
τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν
αὐτάς, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον
τοῦ ἀπαγγεῖλαί σοι. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος ἔρχεται πρὸς Ἰώβ,
λέγων· Τῶν υἱῶν
σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ
υἱῷ
σου, τῷ ἀδελφῷ αὑτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης
πνεῦμα μέγα ἦλθεν ἀπὸ
τῆς ἐρήμου,
καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν
ἡ οἰκία
ἐπὶ
τὰ παιδία σου, καὶ ἐτελεύτησαν·
καὶ ἐσώθην ἐγὼ
μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Οὕτως ἀκούσας Ἰώβ, ἀναστὰς διέῤῥηξε
τὰ ἱμάτια
αὑτοῦ, καὶ ἐκείρατο
τὴν κόμην τῆς κεφαλῆς αὑτοῦ, καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ Κυρίῳ, καὶ εἶπεν·
Αὐτὸς
γυμνὸς ἐξῆλθον
ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι
ἐκεῖ· ὁ
Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν,
οὕτω καὶ ἐγένετο·
εἴη τὸ ὄνομα
Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.
Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ,
οὐδὲν
ἥμαρτεν Ἰὼβ
ἔναντι Κυρίου, οὐδὲ
ἐν τοῖς χείλεσιν αὑτοῦ· καὶ οὐκ
ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.
Εσπερινός Μ. Τετάρτης
Ἰὼβ τὸ Ἀνάγνωσμα (β´ 1-10).
Ἐγένετο δὲ ὡς
ἡ ἡμέρα
αὕτη, καὶ ἦλθον
οἱ Ἄγγελοι
τοῦ Θεοῦ παραστῆναι ἐναντίον τοῦ Κυρίου· καὶ ὁ
διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, παραστῆναι ἐναντίον τοῦ Κυρίου. Καὶ εἶπεν
ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν σὺ ἔρχῃ; εἶπε δὲ ὁ
διάβολος ἐναντίον Κυρίου·
Διαπορευθεὶς τὴν ὑπ᾿ οὐρανόν,
καὶ ἐμπεριπατήσας τὴν σύμπασαν, πάρειμι. Εἶπε δὲ ὁ
Κύριος πρὸς τὸν διάβολον· Προσέσχες τὸν θεράποντά μου Ἰώβ, ὅτι οὐκ ἔστι
κατ᾿ αὐτόν, τῶν ἐπὶ τῆς
γῆς, ἄνθρωπος, ὅμοιος αὐτῷ,
ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ
παντὸς κακοῦ; ἔτι
δὲ ἔχεται
ἀκακίας· σὺ δὲ
εἶπας, τὰ ὑπάρχοντα
αὐτοῦ διακενῆς ἀπολέσαι.
Ὑπολαβὼν δὲ ὁ
διάβολος, εἶπε τῷ Κυρίῳ· Δέρμα ὑπὲρ
δέρματος· καὶ πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει·
οὐ μὴν
δέ, ἀλλὰ ἀποστείλας
τὴν χεῖρά σου, ἅψαι τῶν ὀστῶν αὐτοῦ, καὶ τῶν
σαρκῶν αὐτοῦ· ἦ
μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Εἶπε δὲ ὁ
Κύριος τῷ διαβόλῳ. Ἰδοὺ παραδίδωμί σοι αὐτόν· μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. Καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ
προσώπου Κυρίου· καὶ
ἔπαισε τὸν Ἰὼβ ἕλκει
πονηρῷ ἀπὸ
ποδῶν ἕως κεφαλῆς. Καὶ ἔλαβεν
ἑαυτῷ ὄστρακον,
ἵνα τὸν ἰχῶρα ξύῃ, καὶ ἐκάθητο
ἐπὶ
τῆς κοπρίας, ἔξω τῆς πόλεως. Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ
ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσει λέγων· Ἰδοὺ ἀναμένω
χρόνον ἔτι μικρόν, προσδεχόμενος
τὴν ἐλπίδα
τῆς σωτηρίας μου; ἰδοὺ γὰρ
ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ
τῆς γῆς· υἱοὶ
καὶ θυγατέρες, ἐμῆς
κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα
μετά μόχθων· σὺ δὲ αὐτὸς ἐν
σαπρίᾳ σκωλήκων κάθησαι,
διανυκτερεύων αἴθριος,
κἀγὼ
πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου περιερχομένη, καὶ οἰκίαν
ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον
πότε δύσεται, ἵνα
ἀναπαύσωμαι τῶν μόχθων μου, καὶ τῶν
ὀδυνῶν, αἵ με νῦν συνέχουσιν· ἀλλὰ εἶπόν
τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὁ δὲ
ἐμβλέψας αὐτῇ,
εἶπεν· Ἵνα τί, ὥσπερ μία τῶν ἀφρόνων
γυναικῶν ἐλάλησας οὕτως; εἰ τὰ
καλὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ
ὑποίσωμεν; Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ,
οὐδὲ
ἥμαρτεν Ἰὼβ
τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ.
Εσπερινός Μ. Πέμπτης
Ἰὼβ τὸ Ἀνάγνωσμα (λη´ 1-21. μβ´
1-5).
Εἶπε
Κύριος τῷ Ἰώβ, διὰ λαίλαπος καὶ νεφῶν· Τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα
ἐν καρδίᾳ, ἐμὲ δὲ
οἴεται κρύπτειν; Ζῶσαι, ὥσπερ ἀνήρ, τὴν ὀσφύν
σου· ἐρωτήσω δέ σε,
σὺ δέ μοι ἀποκρίθητι. Ποῦ ᾖς
ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δέ μοι, εἰ ἐπίστασαι
σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς,
εἰ οἶδας;
ἢ τις ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾿
αὐτῆς;
ἐπὶ
τίνος οἱ κρίκοι αὐτῆς
πεπήγασι; τίς δέ ἐστιν
ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾿
αὐτῆς;
Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες Ἄγγελοί μου· ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας μητρὸς αὐτῆς
ἐκπορευομένη· ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὁμίχλῃ δὲ
αὐτὴν
ἐσπαργάνωσα· ἐθέμην δὲ αὐτῇ ὅρια,
περιθεὶς κλεῖθρα καὶ πύλας. Εἶπον δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ
ὑπερβήσῃ, ἀλλ᾿ ἐν
σεαυτῇ συντριβήσονταί
σου τὰ κύματα. Ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν; ἑωσφόρος δὲ εἶδε
τὴν ἑαυτοῦ τάξιν, ἐπιλαβέσθαι πτερύγων γῆς, ἐκτινάξαι ἀσεβεῖς ἐξ
αὐτῆς;
Ἢ σύ, λαβὼν πηλόν, ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸν
ἔθου ἐπὶ
τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς,
βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπί
πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν
ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ
ᾍδου ἰδόντές σε, ἔπτηξαν; νενουθέτησαι δὲ τὸ
εὖρος τῆς ὑπ᾿ οὐρανόν;
Ἀνάγγειλον δέ μοι· πόση τίς ἐστι; ποίᾳ δὲ
γῇ αὐλίζεται
τὸ φῶς;
σκότους δὲ ποῖος ὁ τόπος; Εἰ ἀγάγοις
με εἰς ὅρια αὐτῶν,
εἰ δὲ
καὶ ἐπίστασαι τρίβους αὐτῶν;
οἶδας ἄρα ὅτι τότε γεγένησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς; Ὑπολαβὼν δὲ Ἰώβ,
τῷ Κυρίῳ λέγει· Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων,
καὶ σὲ οἴεται
κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι, ἃ οὐκ
ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ
ἐπιστάμην; Ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ
λαλήσω· ἐρωτήσω δέ σε,
σὺ δέ με δίδαξον· ἀκοὴν μὲν ὠτός,
ἤκουόν σου τὸ πρότερον, νυνὶ δέ, ὁ ὀφθαλμός
μου, ἑώρακέ σε.
Εσπερινός Μ. Παρασκευής
Ἰὼβ τὸ Ἀνάγνωσμα (μβ´ 12-17).
Εὐλόγησε
Κύριος τὰ ἔσχατα τοῦ Ἰὼβ μᾶλλον, ἢ τὰ
ἔμπροσθεν· ἦν δὲ τὰ
κτήνη αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια,
κάμηλοι ἑξακισχίλιαι,
ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτά,
καὶ θυγατέρες τρεῖς. Καὶ ἐκάλεσε
τὴν μὲν πρώτην, Ἡμέραν· τὴν δὲ δευτέραν, Κασσίαν· τὴν δὲ τρίτην, Ἀμαλθαίας κέρας. Καὶ οὐχ
εὑρέθησαν κατὰ τὰς
θυγατέρας Ἰώβ, βελτίους αὐτῶν
ἐν τῇ ὑπ᾿ οὐρανόν·
ἔδωκε δὲ αὐταῖς ὁ
πατὴρ κληρονομίαν
ἐν τοῖς ἀδελφοῖς. Ἔζησε δὲ Ἰώβ,
μετὰ τὴν πληγήν, ἔτη ἑκατὸν ἑβδομήκοντα·
τὰ δὲ
πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα.
Καὶ εἶδεν Ἰὼβ
τοὺς υἱοὺς
αὑτοῦ, καὶ τοὺς υἱοὺς
τῶν υἱῶν
αὑτοῦ, τετάρτην γενεάν· καὶ ἐτελεύτησεν
Ἰὼβ
πρεσβύτερος, καὶ
πλήρης ἡμερῶν. Γέγραπται δέ, αὐτὸν
πάλιν ἀναστήσεσθαι
μεθ᾿ ὧν ὁ
Κύριος ἀνίστησιν. Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου, ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι,
ἐπὶ
τοῖς ὁρίοις τῆς Ἰδουμαίας,
καὶ Ἀραβίας· προϋπῆρχε δὲ αὐτῷ ὄνομα,
Ἰωβάβ· λαβὼν δὲ γυναῖκα Ἀράβισσαν, γεννᾷ υἱόν,
ᾧ ὄνομα
Ἐνών. Ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρέ, ἐκ τῶν Ἠσαῦ υἱῶν υἱός, μητρὸς δὲ Βοσόῤῥας,
ὥστε εἶναι αὐτὸν
πέμπτον ἀπὸ Ἀβραάμ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.
Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.