Ετικέτες

13.11.18

ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ. Λόγος αʹ του Αγ. Ιωάννου Χρυσοστόμου

Αποτέλεσμα εικόνας για Αγ. Ιωάννου Χρυσοστόμου
Ἀμφοτέρων ἕνεκα προσήκει τοὺς τοῦ Θεοῦ θεράποντας μακαρίζειν καὶ θαυμάζειν·
ὅτι τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν ταῖς ἁγίαις εἶχον εὐχαῖς, καὶ ὅτι γραφῇ φυλάξαντες τοὺς ὕμνους καὶ τὰς λατρείας, ἃς τῷ Θεῷ σὺν χαρᾷ καὶ φόβῳ προσέφερον, καὶ εἰς ἡμᾶς διέδωκαν τὸν ἑαυτῶν θησαυρὸν, ἵνα πρὸς τὸν οἰκεῖον ζῆλον πᾶν τὸ ἐπιγινόμενον ἐπισπάσασθαι δυνηθῶσιν.

∆ιαβαίνειν γὰρ προσήκει τὸν τῶν διδασκάλων ἐπὶ τοὺς ὁμιλοῦντας τρόπον, καὶ τοὺς τῶν προφητῶν ἀκροατὰς μιμητὰς προσήκει φαίνεσθαι τῆς ἐκείνων δικαιοσύνης, ἵνα πάντα τὸν χρόνον ταῖς προσευχαῖς καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ μελέτῃ συζῶμεν, τοῦτο ζωὴν, τοῦτο ὑγίειαν καὶ πλοῦτον, τοῦτο πέρας ἀγαθῶν εἶναι νομίζοντες, τὸ προσεύχεσθαι τῷ Θεῷ μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου ψυχῆς.
Ὥσπερ γὰρ τῷ σώματι φῶς ἥλιος, οὕτω τῇ ψυχῇ ἡ προσευχή.
Ε
ἰ οὖν τυφλῷ ζημία τὸ μὴ ὁρᾷν τὸν ἥλιον, πόση ζημία Χριστιανῷ τὸ μὴ προσεύχεσθαι συνεχῶς καὶ διὰ τῆς εὐχῆς τὸ τοῦ Χριστοῦ φῶς εἰς τὴν ψυχὴν εἰσάγειν;
Καίτοι τίς ο
ὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν εἰς ἡμᾶς ἐπιδείκνυται, τοσαύτην τιμὴν ἀνθρώποις χαριζόμενος, ὡς καὶ προσευχῆς ἀξιῶσαι καὶ ὁμιλίας τῆς ἑαυτοῦ;
Θε
ῷ γὰρ ὡς ἀληθῶς λαλοῦμεν τῷ καιρῷ τῆς προσευχῆς, δι' ἧς καὶ τοῖς ἀγγέλοις συναπτόμεθα, καὶ τὴν πρὸς τὰ ἄλογα κοινωνίαν πολὺ φαινόμεθα διαφεύγοντες.
Ἀγγέλων γὰρ ἔργον ἡ προσευχὴ, ὑπεραίρουσα καὶ τὴν ἐκείνων ἀξίαν, εἴπερ κρεῖττόν ἐστι τῆς ἀγγέλων ἀξίας τὸ Θεῷ διαλέγεσθαι.
Κα
ὶ ὅτι γε κρεῖττόν ἐστιν, αὐτοὶ διδάσκουσιν ἡμᾶς, σὺν πολλῷ μὲν φόβῳ τὰς εὐχὰς προσφέροντες, παρέχοντες δὲ ἡμῖν εἰδέναι καὶ μανθάνειν, ὅτι προσήκει τῷ Θεῷ προσιόντας σὺν χαρᾷ καὶ φόβῳ τοῦτο ποιεῖν·
φόβ
ῳ μὲν, δεδοικότας μὴ τῆς προσευχῆς ἀνάξιοι φανῶμεν, χαρᾶς δὲ μεστοὺς γινομένους ἐπὶ τῷ μεγέθει τῆς τιμῆς, ὅτι τοσαύτης καὶ τοιαύτης προνοίας τὸ θνητὸν ἠξιώθη γένος, ὡς καὶ θείας ἀπολαύειν ὁμιλίας συνεχῶς, δι' ἧς καὶ θνητοὶ εἶναι καὶ πρόσκαιροι διαφεύγομεν, φύσει μὲν ὄντες θνητοὶ, τῇ δὲ πρὸς Θεὸν ὁμιλίᾳ πρὸς ἀθάνατον ζωὴν μεταβαίνοντες.
Ἀνάγκη γὰρ τὸν ὁμιλοῦντα Θεῷ καὶ κρείττονα γενέσθαι θανάτου καὶ πάσης διαφθορᾶς.
Κα
ὶ ὥσπερ ἀνάγκη πᾶσα τῆς ἡλιακῆς ἀκτῖνος τὸν ἀπολαύοντα διαφεύγειν τὸ σκότος, οὕτως ἀνάγκη πᾶσα τὸν θείας ὁμιλίας ἀπολαύοντα μηκέτι εἶναι θνητόν.
Α
ὐτὸ γὰρ τὸ τῆς τιμῆς μέγεθος πρὸς ἀθανασίαν ἡμᾶς μεθίστησιν.
Ε
ἰ γὰρ τοὺς βασιλεῖ διαλεγομένους, καὶ τῆς παρ' ἐκείνου τιμῆς ἀπολαύοντας, ἀμήχανον εἶναι πένητας, πολλῷ μᾶλλον ἀδύνατον τοὺς τῷ Θεῷ προσευχομένους καὶ ὁμιλοῦντας θνητὰς ἔχειν ψυχάς·
θάνατος γ
ὰρ ψυχῆς ἀσέβεια καὶ βίος παράνομος.
Ο
ὐκοῦν καὶ ζωὴ ψυχῆς ἡ τοῦ Θεοῦ λατρεία, καὶ βίος ὁ ταύτῃ πρέπων·
βίον δ
ὲ ὅσιον καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ πρέποντα προσευχὴ συνάγει, καὶ θησαυρίζει θαυμαστῶς ταῖς ἡμετέραις ψυχαῖς.
Ε
ἴτε γὰρ παρθενίας τις ἐραστὴς, εἴτε τὴν ἐν γάμῳ σωφροσύνην τιμᾷν ἐσπουδακὼς, εἴτε κρατεῖν ὀργῆς καὶ πραότητι συζῇν, εἴτε φθόνου καθαρεύειν, εἴτε ἄλλο τι τῶν προσηκόντων ποιεῖν, προσευχῆς ἡγουμένης, καὶ προλεαινούσης τὴν τοιαύτην ὁδὸν τοῦ βίου, εὐχερῆ τε καὶ ῥᾴδιον ἕξει τὸν τῆς εὐσεβείας δρόμον.
Ο
ὐ γὰρ ἔστιν, οὐκ ἔστι τοὺς αἰτοῦντας παρὰ τοῦ Θεοῦ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ πραότητα, καὶ χρηστότητα, μὴ τυγχάνειν τῆς εὐχῆς.
Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν·
ζητε
ῖτε, καὶ εὑρήσετε·
κρούετε, κα
ὶ ἀνοιγήσεται ὑμῖν·
Π
ᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
Κα
ὶ ἀλλαχοῦ πάλιν·
Τίς
ἐστι, φησὶν, ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ;
ἢ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
Ε
ἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;
Τοιούτοις μ
ὲν λόγοις καὶ τοιαύταις ἐλπίσιν ἐπὶ προσευχὴν παρεκάλεσεν ἡμᾶς ὁ τῶν ὅλων Κύριος·
ἡμᾶς δὲ προσήκει τῷ Θεῷ πειθομένους ἀεὶ ζῇν ἐν ὕμνοις καὶ προσευχαῖς, ἀκριβέστερον τῆς τοῦ Θεοῦ λατρείας ἐχομένους, ἢ τῆς ἑαυτῶν ψυχῆς·
ο
ὕτω γὰρ ἡμῖν ὑπάρξειε ζῇν ἀεὶ τὴν πρέπουσαν ἀνθρώποις ζωήν.
Ὅστις γὰρ οὐ προσεύχεται τῷ Θεῷ, οὐδὲ θείας ὁμιλίας ἀπολαύειν ἐπιθυμεῖ συνεχῶς, νεκρός ἐστι καὶ ἄψυχος, καὶ οὐ μετέχει τοῦ φρονεῖν.
Α
ὐτὸ γὰρ τοῦτο μέγιστον ἀφροσύνης σημεῖον, τὸ μὴ ἐπίστασθαι τὸ μέγεθος τῆς τιμῆς, μηδὲ ἐρᾷν προσευχῆς, μηδὲ θάνατον ἡγεῖσθαι ψυχῆς τὸ μὴ προσκυνεῖν τῷ Θεῷ.
Ὥσπερ γὰρ τὸ σῶμα τοῦτο τὸ ἡμέτερον, ψυχῆς μὴ παρούσης, νεκρόν ἐστι καὶ δυσῶδες·
ο
ὕτω ψυχὴ, μὴ κινοῦσα ἑαυτὴν εἰς προσευχὴν, νεκρά ἐστι, καὶ ἀθλία, καὶ δυσώδης.
Ἀλλὰ μὴν ὅτι γε θανάτου παντὸς πικρότερον ἡγεῖσθαι προσήκει στερηθῆναι προσευχῆς, διδάσκει καλῶς ἡμᾶς ∆ανιὴλ, ὁ μέγας προφήτης, μᾶλλον δὲ ἑλόμενος ἀποθανεῖν, ἢ τρεῖς ἡμέρας μόνας στερηθῆναι προσευχῆς.
Ο
ὐ γὰρ ἀσεβῆσαι τούτῳ προσέταξεν ὁ τῶν Περσῶν βασιλεὺς, ἀλλὰ τρεῖς ἡμέρας μόνον σκοπούμενος εὑρεῖν.
Ἄνευ γὰρ τῆς θείας ῥοπῆς οὐκ ἄν τι τῶν ἀγαθῶν εἰς τὰς ἡμετέρας ἔλθοι ψυχάς·
Θεο
ῦ δὲ ῥοπὴ συνεφάπτεται τῶν πόνων ἡμῖν, καὶ τούτους ἐπικουφίζει καλῶς, ἂν ἴδῃ προσευχὴν ἀγαπῶντας, καὶ συνεχῶς τοῦ Θεοῦ δεομένους, καὶ πάντα ἐκεῖθεν τὰ ἀγαθὰ καταβήσεσθαι προσδοκῶντας.
Ὅταν οὖν ἴδω τινὰ μὴ φιλοῦντα προσευχὴν, μηδὲ θερμὸν ἔρωτα ταύτης ἔχοντα καὶ σφοδρὸν, ἤδη μοι οὗτος δῆλός ἐστιν ὡς οὐδὲν γενναῖον ἐν τῇ ψυχῇ κέκτηται.
Ὅταν δὲ ἴδω τινὰ τῆς τοῦ Θεοῦ λατρείας ἀκορέστως ἐχόμενον, καὶ τὸ μὴ προσεύχεσθαι συνεχῶς ἐν ταῖς μεγίσταις ἀριθμοῦντα ζημίαις, τεκμαίρομαι τὸν τοιοῦτον πάσης ἀρετῆς ἀσκητὴν εἶναι βέβαιον, καὶ τοῦ Θεοῦ ναόν.
Εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, κατὰ τὸν σοφὸν Σολομῶντα, πολλῷ μᾶλλον εὐχὴ καὶ ἡ λατρεία Θεοῦ σημεῖόν ἐστι δικαιοσύνης ἁπάσης, στολή τις οὖσα πνευματικὴ καὶ θεία, πολλὴν εὐμορφίαν καὶ κάλλος καταχέουσα ταῖς ἡμετέραις διανοίαις, τὸν ἑκάστου ῥυθμίζουσα βίον, οὐκ ἐῶσα φαῦλον οὐδὲν οὐδὲ ἄτοπον τῆς διανοίας κρατεῖν, αἰδεῖσθαι πείθουσα τὸν Θεὸν, καὶ τὴν παρ' αὐτοῦ τιμὴν, πᾶσαν τοῦ Πονηροῦ γοητείαν ἀποπέμπεσθαι παιδεύουσα, τοὺς αἰσχροὺς καὶ ἀτόπους ἐξελαύνουσα λογισμοὺς, ἐν ὑπεροψίᾳ τῆς ἡδονῆς καθιστῶσα τὴν ἑκάστου ψυχήν.
Α
ὕτη γὰρ ἡ ὑπερηφανία μόνη πρέπει τοῖς τὸν Χριστὸν σεβομένοις, τὸ μηδενὶ δουλεύειν αἰσχρῷ, ἀλλὰ τηρεῖν ἐν ἐλευθερίᾳ τὴν ψυχὴν καὶ βίῳ κεκαθαρμένῳ.
Ὅτι μὲν οὖν παντελῶς ἀμήχανον ἄνευ προσευχῆς ἀρετῇ συζῇν, καὶ μετὰ ταύτης πορεύεσθαι τὸν βίον, οἶμαι δῆλον ἅπασιν εἶναι.
Π
ῶς γὰρ ἄν τις ἀρετὴν ἀσκήσειε μὴ προσιὼν καὶ προσπίπτων συνεχῶς τῷ ταύτης χορηγῷ καὶ δοτῆρι;
π
ῶς δὲ ἄν τις ἐπιθυμήσειεν εἶναι σώφρων καὶ δίκαιος, μὴ ὁμιλῶν ἡδέως τῷ ταῦτά τε καὶ πλείω τούτων ἀπαιτοῦντι παρ' ἡμῶν;
Βούλομαι δ
ὲ ἐπιδεῖξαι διὰ βραχέων, ὅτι κἂν ἁμαρτημάτων γέμοντας αἱ προσευχαὶ λάβωσιν ἡμᾶς, ταχέως ἀποκαθαίρουσι.
Καίτοι τί με
ῖζον γένοιτ' ἂν προσευχῆς, ἢ θειότερον, ὅταν ἀλεξιφάρμακον φανῇ τι οὖσα τοῖς τὰς ψυχὰς νοσοῦσιν;
Ο
ὐκοῦν πρῶτοι Νινευῗται φαίνονται διὰ προσευχῆς ἀναλυσάμενοι τὰς πολλὰς πρὸς Θεὸν ἁμαρτίας.
Ἅμα τε γὰρ ἔλαβεν αὐτοὺς ἡ προσευχὴ, καὶ δικαίους ἐποίησε, καὶ πόλιν εἰθισμένην ἀκολασίᾳ καὶ πονηρίᾳ καὶ παρανόμῳ βίῳ συζῇν, ἐπανώρθωσεν ὀξέως, παλαιᾶς συνηθείας μεῖζον ἰσχύσασα, τῶν οὐρανίων νόμων πλήρη πεποιηκυῖα τὴν πόλιν, συνεφελκομένη μεθ' ἑαυτῆς καὶ σωφροσύνην, καὶ φιλανθρωπίαν, καὶ πραότητα, καὶ πρόνοιαν πτωχῶν.
Ο
ὐ γὰρ ἀνέχεται χωρὶς τούτων ἐνδιαιτᾶσθαι ψυχῇ·
ἀλλ' εἰς ἣν ἂν οἰκήσῃ διάνοιαν, πλήρη ποιεῖ δικαιοσύνης πάσης, παιδοτριβοῦσα πρὸς ἀρετὴν, καὶ κακίαν ἐξορίζουσα.
Κα
ὶ δὴ καὶ τότε εἴ τις εἰσῆλθεν εἰς Νινευῆ τὴν πόλιν, καὶ πρότερον αὐτὴν ἀκριβῶς ἐπιστάμενος, οὐκ ἂν ἐπέγνω τὴν πόλιν·
ο
ὕτως ἐξαίφνης ἀπὸ τοῦ φαυλοτέρου βίου πρὸς εὐσέβειαν μετεπήδησεν.
Ὥσπερ γὰρ γυναῖκα πτωχὴν, ῥάκια φοροῦσαν, μετὰ ταῦτά τις χρυσοῖς ἱματίοις κεκοσμημένην ἰδὼν, οὐκ ἂν ἐπιγνοίη τὸ γύναιον·
ο
ὕτως ὁ τὴν πόλιν ἐκείνην εἰδὼς πτωχεύουσαν πρότερον, καὶ τῶν πνευματικῶν ἔρημον οὖσαν θησαυρῶν, ἠγνόησεν ἂν ἥτις εἴη ἡ πόλις, ἣν τοσοῦτον ἴσχυσεν εὐχὴ μεταβαλοῦσα καὶ τρόπον καὶ βίον πρὸς ἀρετὴν ἐπαναγαγεῖν.
Κα
ὶ γυνὴ δέ τις ἐν ἀκολασίᾳ καὶ πορνείᾳ πάντα βεβιωκυῖα τὸν χρόνον, ἅμα τε προσέπεσε πρὸς τοὺς πόδας τοῦ Χριστοῦ, καὶ σωτηρίας ἔτυχεν.
Ο
ὐ τοίνυν ἀποκαθαίρει μόνον ἁμαρτίας, ἀλλὰ καὶ κινδύνους ἀποκρούεται μεγάλους.
Ὅ γέ τοι βασιλεὺς ὁμοῦ τε καὶ προφήτης, ὁ θαυμάσιος ∆αυῒδ, τοὺς πολλοὺς καὶ χαλεποὺς πολέμους τῇ προσευχῇ διέφυγε, τοῦτο μόνον τὸ ὅπλον τῆς στρατιᾶς προβαλλόμενος, καὶ παρέχων τοῖς ἑαυτοῦ στρατιώταις καθ' ἡσυχίαν καὶ ἄδειαν ἀπολαύειν τῆς νίκης.
Οἱ μὲν οὖν ἄλλοι βασιλεῖς, ἐν τῇ τῶν στρατηγῶν ἐμπειρίᾳ καὶ τῇ τέχνῃ καὶ τοξόταις καὶ ὁπλίταις καὶ ἱππεῦσι τὴν ἐλπίδα τῆς σωτηρίας εἶχον·
ὁ δὲ μέγας ∆αυῒδ ταῖς ἁγίαις εὐχαῖς τὴν στρατιὰν ἐτείχιζεν, οὐ βλέπων εἰς ὀφρὺν στρατηγῶν καὶ ταξιάρχων καὶ ἱππάρχων, οὐδὲ χρήματα συλλέγων, οὐδὲ ὅπλα κατασκευάζων, ἀλλὰ τὴν θείαν πανοπλίαν ἐξ οὐρανοῦ καταφέρων.
Πανοπλία γ
ὰρ ὡς ἀληθῶς οὐράνιος ἡ θεία προσευχὴ, καὶ μόνη δύναται φυλάττειν βεβαίως τοὺς δεδωκότας ἑαυτοὺς τῷ Θεῷ.
Τ
ὴν μὲν γὰρ τῶν ὁπλιτῶν ἰσχύν τε καὶ ἐπιστήμην, καὶ τοξοτῶν ἐμπειρίαν, καὶ προδοσίαν, πολλάκις ὑποφαίνει μάταιον καὶ βλέμματα πολεμικὰ, καὶ ἀντιπάλων εὐψυχία, καὶ ἄλλα πολλὰ πρὸς τούτοις·
προσευχ
ὴ δὲ ἄμαχον ὅπλον, καὶ ἀσφαλὲς φυλακτήριον, ὁμοίως μὲν στρατιώτην ἕνα, ὁμοίως δὲ πολλὰς ἀποκρουομένη μυριάδας·
ἐπεὶ καὶ ∆αυῒδ ὁ θαυμάσιος τὸν Γολιὰθ ἐκεῖνον, ὥσπερ δαίμονά τινα φοβερὸν ἐπερχόμενον, οὐχ ὅπλοις οὐδὲ ξίφεσιν, ἀλλ' εὐχαῖς κατήνεγκεν.
Ο
ὕτως ἰσχυρὸν μὲν βασιλεῦσιν ἐν μάχαις ὅπλον ἡ προσευχὴ, ἰσχυρὸν δὲ καὶ ἡμῖν πρὸς δαίμονας.
Ο
ὕτω καὶ ὁ βασιλεὺς Ἐζεκίας περιγίνεται τῷ πολέμῳ τῶν Περσῶν, στρατιὰν μὲν οὐχ ὁπλίσας, εὐχὰς δὲ μόνας ἀντιστήσας τῷ πλήθει τῶν ἀντιπάλων·
ο
ὕτω καὶ θάνατον διέφυγε, μετὰ τῆς προσηκούσης εὐλαβείας τῷ Θεῷ προσπεσὼν, καὶ ἡ προσευχὴ μόνη δέδωκεν ἀναβιῶναι τῷ βασιλεῖ.
Κα
ὶ μήν γε ὅτι ψυχὴν ἡμαρτηκυῖαν ἡ προσευχὴ ῥᾳδίως ἀποκαθαίρει, διδάσκει ἡμᾶς ὁ τελώνης, δεηθεὶς τοῦ Θεοῦ τυχεῖν ἀφέσεως, καὶ τυχών·
διδάσκει δ
ὲ καὶ ὁ λεπρὸς, ἅμα τε προσπεσὼν τῷ Θεῷ, καὶ καθαρθεὶς εὐθέως.
Ε
ἰ δὲ σῶμα διεφθαρμένον ὁ Θεὸς ὀξέως ἰάσατο, πολλῷ μᾶλλον ψυχὴν νενοσηκυῖαν θεραπεύσει φιλανθρώπως·
ὅσῳ γὰρ τιμιωτέρα τοῦ σώματος ἡ ψυχὴ, τοσούτῳ μᾶλλον εἰκὸς περὶ ταύτην πλείονα σπουδὴν ἐπιδείκνυσθαι τὸν Θεόν.
Κα
ὶ μυρία ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινὰ, εἰ πάντας ἐξαριθμεῖσθαι βούλοιτο τοὺς διὰ προσευχῆς σεσωσμένους.
Ἴσως δέ τις τῶν ῥᾳθυμοτέρων καὶ οὐκ ἐθελόντων ἐπιμελῶς προσεύχεσθαι καὶ σπουδαίως, ἐκεῖνα τὰ ῥήματα φήσειεν ἂν εἰρηκέναι τὸν Θεὸν, ὡς Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς·
ἐγὼ δὲ εἰ μόνην ἐξαρκεῖν πρὸς τὴν ἡμετέραν σωτηρίαν τὴν προσευχὴν ἐνόμιζον, εἰκότως ἄν τις τούτοις ἐκέχρητο τοῖς λόγοις·
ἐπεὶ δὲ κεφάλαιον εἶναι ἀγαθῶν τὴν προσευχήν φημι, καὶ κρηπῖδα καὶ ῥίζαν τοῦ λυσιτελοῦντος βίου, μηδεὶς ἐπὶ προφάσει ῥᾳθυμίας ἐκείνοις κεχρήσθω τοῖς λόγοις.
Ο
ὐδὲ γὰρ σωφροσύνη μόνη δύναται σώζειν ἄνευ τῶν ἄλλων ἀγαθῶν, οὐδὲ πρόνοια πτωχῶν, οὐδὲ χρηστότης, οὐδὲ ἄλλο τι τῶν σπουδαίων, ἀλλὰ δεῖ πάντα συνδραμεῖν εἰς τὰς ἡμετέρας ψυχάς·
προσευχ
ὴ δὲ ὥσπερ ῥίζα καὶ κρηπὶς ὑπόκειται.
Κα
ὶ ὥσπερ πλοῖον καὶ οἰκίαν τὰ κάτωθεν ἰσχυρὰ ποιεῖ καὶ συνέχει, οὕτω τὸν ἡμετέρον βίον αἱ προσευχαὶ συγκρατοῦσιν·
ἄνευ δὲ ταύτης οὐδὲν ἂν ἡμῖν ἀγαθὸν, οὐδὲ σωτήριον γένοιτο.
∆ι
ὰ τοῦτο ὁ Παῦλος ἔγκειται συνεχῶς ἡμῖν διακελευόμενος, καὶ λέγων·
Τ
ῇ προσευχῆ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ, ἐν εὐχαριστίᾳ·
κα
ὶ ἀλλαχοῦ, Ἀδιαλείπτως προσεύχεσθε, φησὶν, ἐν παντὶ εὐχαριστοῦντες·
το
ῦτο γάρ ἐστι θέλημα Θεοῦ·
κα
ὶ ἑτέρωθι πάλιν, Προσεύχεσθε ἐν παντὶ καιρῷ ἐν πνεύματι, εἰς αὐτὸ ἀγρυπνοῦντες, ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει.
Ο
ὕτω πολλαῖς καὶ θείαις φωναῖς ἐπὶ προσευχὴν ἡμᾶς καλεῖ συνεχῶς ὁ τῶν ἀποστόλων ἡγεμών.
Προσήκει τοίνυν
ὑπ' ἐκείνου παιδευομένους, μετὰ προσευχῆς πορεύεσθαι τὸν βίον, καὶ ταύτῃ συνεχῶς τὴν διάνοιαν ἄρδειν·
χρ
ῄζομεν γὰρ οἱ πάντες ἄνθρωποι ταύτης οὐχ ἧττον, ἢ τὰ δένδρα τῶν ὑδάτων.
Ο
ὔτε γὰρ ἐκεῖνα δύνανται ἐκφέρειν τοὺς καρποὺς, μὴ πίνοντα διὰ τῶν ῥιζῶν, οὔτε ἡμεῖς τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας δυνησόμεθα βρύειν, μὴ ταῖς προσευχαῖς ἀρδόμενοι.
∆ι' ὅπερ χρὴ καὶ τῆς κλίνης ἀπανισταμένους φθάνειν ἀεὶ τὸν ἥλιον τῇ τοῦ Θεοῦ λατρείᾳ, καὶ τραπέζης ἁπτομένους, καὶ καθεύδειν μέλλοντας·
μ
ᾶλλον δὲ καὶ καθ' ἑκάστην ὥραν μίαν προσευχὴν τῷ Θεῷ προσφέροντας, ἴσον τῇ ἡμέρᾳ δρόμον τρέχοντας·
ἐν δέ γε τῇ τοῦ χειμῶνος ὥρᾳ, καὶ τῆς νυκτὸς τὸ πλεῖστον μέρος εἰς προσευχὰς ἀναλίσκοντας, καὶ τὰ γόνατα κάμπτοντας σὺν πολλῷ τῷ φόβῳ τῇ δεήσει προσέχοντας, μακαρίζοντας ἑαυτοὺς ἐπὶ τῇ τοῦ Θεοῦ λατρείᾳ.
Ε
ἰπέ μοι πῶς ὄψει τὸν ἥλιον, μὴ προσκυνήσας τὸν πέμποντα τοῖς σοῖς ὀφθαλμοῖς γλυκύτατον φῶς;
π
ῶς ἀπολαύσεις τραπέζης, μὴ προσκυνήσας τὸν τοσούτων ἀγαθῶν δοτῆρα καὶ χορηγόν;
μετ
ὰ ποίας ἐλπίδος ἐπὶ τὸν τῆς νυκτὸς ἥξεις καιρόν;
ποίοις προσδοκ
ᾷς ὀνείρασιν ὁμιλῆσαι, μὴ τειχίσας σαυτὸν προσευχαῖς, ἀλλ' ἀφύλακτος ἐπὶ τὸν ὕπνον ἐλθών;
Ε
ὐκαταφρόνητος καὶ εὐάλωτος τοῖς πονηροτάτοις δαίμοσιν ἔσῃ, οἳ περιέρχονται συνεχῶς καιροφυλακτοῦντες ἡμᾶς, τίνα λαβόντες γυμνὸν προσευχῆς ἀναρπάσαιεν ὀξέως.
Ἂν μὲν οὖν ἴδωσιν ἡμᾶς πεφραγμένους ταῖς προσευχαῖς, ἀποπηδῶσιν εὐθέως, ὥσπερ λῃσταὶ καὶ κακοῦργοι, πρὸς τῇ κεφαλῇ τοῦ στρατιώτου ξίφος ὁρῶντες κρεμάμενον.
Ἂν δ' ἄρα συμβῇ τινα γυμνὸν εἶναι προσευχῆς, οὗτος ἀνάρπαστος ὑπὸ τῶν δαιμόνων φέρεται, εἰς ἁμαρτίας ὠθούμενος καὶ συμφορὰς καὶ κακά.
Τα
ῦτα δεῖ πάντα φοβουμένους ἡμᾶς, προσευχαῖς καὶ ὕμνοις ἀεὶ τειχίζειν ἑαυτοὺς, ἵνα πάντας ὁ Θεὸς ἐλεήσας, ἀξίους ἀπεργάσηται τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.