Εὐχὴ εἰς τὸ ἅγιον Πνεῦμα
Ἐλθὲ τὸ πάνσεπτον, τὸ παντουργόν, τὸ παντοκρατὲς Πνεῦμα, τὸ παντεπίσκοπον, τὸ ὑπέρσοφον, τὸ ὑπερδύναμον, τὸ παντοδύναμον, τὸ ἀναλλοίωτον, τὸ ἄτρεπτον, τὸ ἀπερίγραπτον, τὸ ἀκατανόητον, τὸ ἀνεξιχνίαστον, τὸ ἀπειροδύναμον, τὸ ἀπειρόδωρον, τὸ ἀπειράγαθον, τὸ πληρωτικὸν παντὸς κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον δὲ τῷ παντὶ κατὰ τὴν δύναμιν ἡ αὐτοζωὴ καὶ πηγὴ τῆς ζωῆς, ἡ αὐτοσοφία καὶ πηγὴ τῆς δυνάμεως, ὁ Πανάγαθος καὶ πανοικτίρμων Θεός. Ἐλθὲ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινὴ σοφία. Ἐλθὲ ὁ μόνος πρὸς μόνον, ὅτι μόνος εἰμι ὡς ὁρᾷς. Ἐλθὲ καὶ σκήνωσον ἐν ἐμοὶ καὶ καθάρισόν με ἀπὸ πάσης προσβολῆς καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου.
Εὐλογοῦμέν σε, Παμβασιλεῦ ὑπεράγαθε, ὅτι παρὰ σοῦ ἐστιν ἐν ἡμῖν τὸ εἶναι, τὸ ἀναπνεῖν, τὸ φρονεῖν, τὸ γινώσκειν Θεόν, Σὲ τὸ Πανάγιον Πνεῦμα, καὶ τὸν ἄναρχον Πατέρα, καὶ τὸν Μονογενῆ τούτου Υἱόν. Εὐλογοῦμέν σε, ὅτι ἐκ σοῦ ἐστιν ἡμῖν κατανοεῖν κάλλος οὐρανοῦ, ἡλίου δρόμον σελήνης κύκλον, ἀστέρων εὐκοσμίαν καὶ τὴν ἐν τούτοις πάσιν εὐαρμοστίαν τε καὶ διάφορον κίνησιν. Εὐλογοῦμέν σε, ὅτι ἐκ σοῦ ἐστιν ἡμῖν κατανοεῖν ὡρῶν ἐναλλαγήν, μεταβολὰς καιρῶν, ἀλλοιώσεις ἀνέμων, ἐνιαυτῶν περιόδους. Εὐχαριστοῦμέν σοι, ὅτι ἐκ σοῦ ἐστιν ἡμῖν Βασιλείαν οὐρανῶν ἐλπίζειν, Ἀγγέλων ἰσοτιμίαν δόξης θεωρίαν, νῦν μέν, ὡς ἐν ἐσόπτροις τε καὶ αἰνίγμασι, μετ' οὐ πολὺ δέ, τὴν τελειωτέραν τε καὶ καθαρωτέραν. Εὐχαριστοῦμέν σοι, ὅτι σὺ παρέχεις ἡμῖν γεωργίας, τροφάς τέχνας, νόμους, ἕξεις, ἀρετάς, πολιτείας.
Ποία γλῶσσα λαλήσει, Δέσποτα, τὰ μεγαλεῖά σου, τὰ ὑπὲρ λόγον καὶ ἔννοιαν μεγάλα καὶ θαυμαστά; Σὺ γὰρ καθαρότητος καὶ ἁγιότητος ἀένναος πηγὴ καὶ ἀκένωτος. Σοφίας τε καὶ Δυνάμεως ὑπερπληθὺς ἄβυσσος, ἄπειρός τε καὶ ἀκατάληπτος, ζωῆς τε καὶ ἀθανασίας ἀμέτρητόν τε καὶ ἀπεριόριστον πέλαγος, γνώσεως καὶ συνέσεως ἀκένωτος καὶ ἀμείωτος θησαυρός, ἀγαθωσύνης καὶ εὐσπλαγχνίας παγκόσμιον καὶ ἀκένωτον ταμεῖον καὶ ἀδαπάνητον. Σὺ τοῖς Προφήταις ἐνέπνευσας καὶ τὰ ἐσόμενα προκατήγγειλαν, καὶ τὴν τοῦ Μονογενοῦς σάρκωσιν προεκήρυξαν. Σὺ πρὸς τὴν Κεχαριτωμένην Μαρίαν ἐπεφοίτησας, τὴν ὡρισμένην πρὸ τῶν αἰώνων γενέσθαι Μητέρα Θεοῦ, τὴν ἐκλελεγμένην ἐκ πασῶν τῶν γενεῶν, ὡς ἄχραντον καὶ ὑπέραγνον, τὴν πανίερον ταύτης νηδύν, οἰκητήριον τοῦ Λόγου καὶ Θεοῦ κατεσκεύασας καὶ συνεδημιούργησας αὐτῷ τὸ αὐτοῦ Πανάγιον πρόσλημμα. Σὺ τῷ Χριστῷ Λόγῳ συνεῖς, ὡς ὁμοφυὲς αὐτῷ καὶ ὁμοούσιον καὶ τὰς θεοσημείας συνειργάζου τὰς ἐξαισίους. Μετά δὲ τὸ ἀνελθεῖν αὐτὸν εἰς οὐρανοὺς καὶ καθίσαι ἐκ δεξιῶν τοῦ Πατρός, ἀδιαστάτως[†] ὡς Θεός, ἐπὶ τοὺς ἁγίους αὐτοῦ Μαθητάς καὶ Ἀποστόλους ἐλήλυθας ἐν εἴδει πυρίνων γλωσσῶν, καὶ λόγου, καὶ σοφίας, καὶ θάρσους αὐτοὺς ἐνεφόρησας, καὶ δυνατοὺς ἐποίησας ἐν σημείοις.
Σοῦ τοίνυν δέομαι, σοὶ προσπίπτω, σὲ ἱκετεύω ἐμοὶ καμφθῆναι τῷ δούλῳ σου, καὶ ἐν χρηστότητι ἐπισκέψασθαί με καὶ ἀναγαγεῖν ἐκ βυθοῦ πταισμάτων, ἑκουσίων τε καὶ ἀγνώστων. Ἀπὸ παντός με καθᾶραι μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἁγιάσαι, σοφίσαι, συνετίσαι, πρὸς πᾶσαν γνῶσιν ὁδηγῆσαι σωτήριον, ἀνδρεῖον ἀναδεῖξαι καὶ ἀνένδοτον τοῖς πάθεσι, πάσης ὑπεναντίας δυνάμεως ἰσχυρότερον, ἐμπνεῦσαί μοι, πραότητα, μακροθυμίαν, ἀλήθειαν, εὐθύτητα, σιωπήν, καὶ τὸ θεμέλιον πασῶν τῶν ἀρετῶν τὴν ἐγκράτειαν, ἄξιον τῆς δόξης σου καταστῆσαί με ναόν, ἡγεμονικόν σε ἐν ἐμοὶ εἶναι, φρουρητικὸν καὶ πασῶν τῶν πλουσίων σου δωρεῶν παρεκτικόν. Σὺ γὰρ ἡ τελεσιουργία πάντων τῶν ἀγαθῶν, καὶ σοὶ τὸν ὕμνον, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ χρέος προσάγομεν, πάντοτε, νῦν καὶ αεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἑλληνικὴ Nαῦς
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.
Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.