Ετικέτες

30.5.18

Προσευχή προς το Άγιο Πνεύμα

Αποτέλεσμα εικόνας για Αγία Τριάδα

ΠΡΟΣΕΥΧΗ

Ες τ νομα το Πατρς κα το Υο κα το γίου Πνεύματος. μήν.

Δόξα σοι, Χριστ  Θεός,  λπς μν, Κύριε δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, 
ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, 
ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, 
ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, 
καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, 
καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ἀμήν.
ΤΡΙΣΑΓΙΟ

γιος  Θεός, γιος σχυρός, γιος θάνατος, λέησον μς. 
(3 φορές)

Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι.
Κα νν κα ε κα ες τος αἰῶνας τν αώνων. μήν

Παναγία Τριάς, λέησον μς. 
Κύριε, λάσθητι τας μαρτίαις μν. 
Δέσποτα, συγχώρησον τς νομίας μν. 
γιε, πίσκεψαι κα ασαι τς σθενείας μν, 
νεκεν το νόματός σου. 
Κύριε, λέησον· Κύριε, λέησον· Κύριε, λέησον.

Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι.
Κα νν κα ε κα ες τος αἰῶνας τν αώνων. μήν

Πάτερ μν  ν τος ορανος, 
γιασθήτω τ νομά σου. 
λθέτω  βασιλεία σου.
Γενηθήτω τ θέλημά σου, ς ν οραν, κα π τς γς.
Τν ρτον μν τν πιούσιον δς μν σήμερον.
Κα φες μν τ φειλήματα μν, 
ς κα μες φίεμεν τος φειλέταις μν.
Κα μ εσενέγκς μς ες πειρασμόν, 
λλ ῥῦσαι μς π το πονηρο. 
[Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.]μήν

Κύριε, λέησον (12 φορές)

Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι.
Κα νν κα ε κα ες τος αἰῶνας τν αώνων. 


Εὐχὴ εἰς τὸ ἅγιον Πνεῦμα[*]

Ἐλθὲ τὸ πάνσεπτον, τὸ παντουργόν, τὸ παντοκρατὲς Πνεῦμα, τὸ παντεπίσκοπον, τὸ ὑπέρσοφον, τὸ ὑπερδύναμον, τὸ παντοδύναμον, τὸ ἀναλλοίωτον, τὸ ἄτρεπτον, τὸ ἀπερίγραπτον, τὸ ἀκατανόητον, τὸ ἀνεξιχνίαστον, τὸ ἀπειροδύναμον, τὸ ἀπειρόδωρον, τὸ ἀπειράγαθον, τὸ πληρωτικὸν παντὸς κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον δὲ τῷ παντὶ κατὰ τὴν δύναμιν ἡ αὐτοζωὴ καὶ πηγὴ τῆς ζωῆς, ἡ αὐτοσοφία καὶ πηγὴ τῆς δυνάμεως, ὁ Πανάγαθος καὶ πανοικτίρμων Θεός. Ἐλθὲ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινὴ σοφία. Ἐλθὲ ὁ μόνος πρὸς μόνον, ὅ­τι μόνος εἰμι ὡς ὁρᾷς. Ἐλθὲ καὶ σκήνωσον ἐν ἐμοὶ καὶ καθάρισόν με ἀπὸ πάσης προσβολῆς καὶ ἐπιβουλῆς τοῦ ἀντικειμένου.

Εὐλογοῦμέν σε, Παμβασιλεῦ ὑπεράγαθε, ὅτι παρὰ σοῦ ἐστιν ἐν  ἡμῖν τὸ εἶναι, τὸ ἀναπνεῖν, τὸ φρονεῖν, τὸ γινώσκειν Θεόν, Σὲ τὸ Πανάγιον Πνεῦμα, καὶ τὸν ἄναρχον Πατέρα, καὶ τὸν Μονογενῆ τούτου Υἱόν. Εὐλογοῦμέν σε, ὅτι ἐκ σοῦ ἐστιν ἡμῖν κατανοεῖν κάλλος οὐρανοῦ, ἡλίου δρόμον σελήνης κύκλον, ἀστέρων εὐκοσμίαν καὶ τὴν ἐν τούτοις πάσιν εὐαρμοστίαν τε καὶ διάφορον κίνησιν. Εὐλογοῦμέν σε, ὅτι ἐκ σοῦ ἐστιν ἡμῖν κατανοεῖν ὡρῶν ἐναλλαγήν, μεταβολὰς καιρῶν, ἀλλοιώσεις ἀνέμων, ἐνιαυτῶν περιόδους. Εὐχαριστοῦμέν σοι, ὅτι ἐκ σοῦ ἐστιν ἡμῖν Βασιλείαν οὐρανῶν ἐλπίζειν, Ἀγγέλων ἰσοτιμίαν δόξης θεωρίαν, νῦν μέν, ὡς ἐν ἐσόπτροις τε καὶ αἰνίγμασι, μετ' οὐ πο­λὺ δέ, τὴν τελειωτέραν τε καὶ καθαρωτέραν. Εὐχαριστοῦμέν σοι, ὅτι σὺ παρέχεις ἡμῖν γεωργίας, τροφάς τέχνας, νόμους, ἕξεις, ἀρετάς, πολιτείας.

Ποία γλῶσσα λαλήσει, Δέσποτα, τὰ μεγαλεῖά σου, τὰ ὑπὲρ λόγον καὶ ἔννοιαν μεγάλα καὶ θαυμαστά; Σὺ γὰρ καθαρότητος καὶ ἁγιότητος ἀένναος πηγὴ καὶ ἀκένωτος. Σοφίας τε καὶ Δυνάμεως ὑπερπληθὺς ἄβυσσος, ἄπειρός τε καὶ ἀκατάληπτος, ζωῆς τε καὶ ἀθανασίας ἀμέτρητόν τε καὶ ἀπεριόριστον πέλαγος, γνώσεως καὶ συνέσεως ἀκένωτος καὶ ἀμείωτος θησαυρός, ἀγαθωσύνης καὶ εὐσπλαγχνίας παγκόσμιον καὶ ἀκένωτον ταμεῖον καὶ ἀδαπάνητον. Σὺ τοῖς Προφήταις ἐνέπνευσας καὶ τὰ ἐσόμενα προκατήγγειλαν, καὶ τὴν τοῦ Μονογενοῦς σάρκωσιν προεκήρυξαν. Σὺ πρὸς τὴν Κεχαριτωμένην Μαρίαν ἐπεφοίτησας, τὴν ὡρισμένην πρὸ τῶν αἰώνων γενέσθαι Μητέρα Θεοῦ, τὴν ἐκλελεγμένην ἐκ πασῶν τῶν γενεῶν, ὡς ἄχραντον καὶ ὑπέραγνον, τὴν πανίερον ταύτης νηδύν, οἰκητήριον τοῦ Λόγου καὶ Θεοῦ κατεσκεύασας καὶ συνεδημιούργησας αὐτῷ τὸ αὐτοῦ Πανάγιον πρόσλημμα. Σὺ τῷ Χριστῷ Λόγῳ συνεῖς, ὡς ὁμοφυὲς αὐτῷ καὶ ὁμοούσιον καὶ τὰς θεοσημείας συνειργάζου τὰς ἐξαισίους. Μετά δὲ τὸ ἀνελθεῖν αὐτὸν εἰς οὐρανοὺς καὶ καθίσαι ἐκ δεξιῶν τοῦ Πατρός, ἀδιαστάτως[†] ὡς Θεός, ἐπὶ τοὺς ἁγίους αὐτοῦ Μαθητάς καὶ Ἀποστόλους ἐλήλυθας ἐν εἴδει πυρίνων γλωσσῶν, καὶ λόγου, καὶ σοφίας, καὶ θάρσους αὐτοὺς ἐνεφόρησας, καὶ δυνατοὺς ἐποίησας ἐν σημείοις.

Σοῦ τοίνυν δέομαι, σοὶ προσπίπτω, σὲ ἱκετεύω ἐμοὶ καμφθῆναι τῷ δούλῳ σου, καὶ ἐν χρηστότητι ἐπισκέψασθαί με καὶ ἀναγαγεῖν ἐκ βυθοῦ πταισμάτων, ἑκουσίων τε καὶ ἀγνώστων. Ἀπὸ παντός με καθᾶραι μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἁγιάσαι, σοφίσαι, συνετίσαι, πρὸς πᾶσαν γνῶσιν ὁδηγῆσαι σωτήριον, ἀνδρεῖον ἀναδεῖξαι καὶ ἀνένδοτον τοῖς πάθεσι, πάσης ὑπεναντίας δυνάμεως ἰσχυρότερον, ἐμπνεῦσαί μοι, πραότητα, μακροθυμίαν, ἀλήθειαν, εὐθύτητα, σιωπήν, καὶ τὸ θεμέλιον πασῶν τῶν ἀρετῶν τὴν ἐγκράτειαν, ἄξιον τῆς δόξης σου καταστῆσαί με ναόν, ἡγεμονικόν σε ἐν ἐμοὶ εἶναι, φρουρητικὸν καὶ πασῶν τῶν πλουσίων σου δωρεῶν παρεκτικόν. Σὺ γὰρ ἡ τελεσιουργία πάντων τῶν ἀγαθῶν, καὶ σοὶ τὸν ὕμνον, σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατὰ χρέος προσάγομεν, πάντοτε, νῦν καὶ αεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

------------------------------------------------------------------------------------------------------

Ἡμεῖς δέ σε, πανάχραντε, Μῆτερ εὐλογημένη
Τοῦ γλυκυτάτου σου Υἱοῦ καὶ τοῦ Θεοῦ τῶν ὅλων,
Ἄσπιλε, παναμώμητε, ἄφθορε Παναγία,
Ἀπηλπισμένων ἡ ἐλπὶς καὶ τῶν ἀδικουμένων,
Αἰνοῦμεν, εὐλογοῦμέν σε, ὡς κεχαριτωμένην,
Ὡς τὸν Χριστὸν γεννήσασα τὸν Κτίστην τῶν ἀπάντων,
Καὶ πάντες σοι προσπίπτομεν καὶ σὲ παρακαλοῦμεν.
Ῥῦσαι ἡμᾶς, πανάχραντε, ἀπὸ παντοίων νόσων,
Ἀπὸ παντοίων πειρασμῶν τῶν ἐκ τοῦ διαβόλου·
Γενοῦ ἡμῶν μεσίτρια ἐν ὥρᾳ καταδίκης
Καὶ τοῦ πυρὸς τοῦ μέλλοντος ἐξάρπασον, Παρθένε·
Σὺ γὰρ ἐλπὶς Χριστιανῶν ὑπάρχεις Παναγία,
Καὶ σὲ δοξάζομεν, Ἁγνή, εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.

Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι.
Κα νν κα ε κα ες τος αἰῶνας τν αώνων


Κύριε, λέησον· Κύριε, λέησον· Κύριε, λέησον.

Δι᾿ εχν τν γίων Πατέρων μν,
Κύριε ησο Χριστέ,  Θεός μν, 
λέησον κα σσον μς. μήν.





[*] Υπάρχει στο Μέγα προσευχητάριο του Σιμωνώφ, αλλά και στοδιαδίκτυο.
[†] Στο προσευχητάριο του Σιμωνώφ γράφει «ἀδιστάκτως», αλλά σύμφωνα με την άλλη πηγή (διαδίκτυο) ο σωστός όρος είναι «ἀδιαστάτως». Ο θεολόγος κ. Μιχαήλ Μπερκουτάκης μας παραπέμπει μάλιστα στο κοντάκιο της αναλήψεως, όπου ο Κύριος χαρακτηρίζεται αδιάστατος, οπότε επισημαίνει ότι αυτός είναι ο κατάλληλος όρος. Ο όρος «ἀδιστάκτως» είναι κάπως αδόκιμος εδώ.


Ἑλληνικὴ Nαῦς

Παλαιότερες σχετικές αναρτήσεις:

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.