Δεῖ εἰδέναι, ὅτι ἀπὸ ταύτης τῆς ἡμέρας τῆς ἁγίας καὶ μεγάλης Κυριακῆς τοῦ Πάσχα καὶ καθ᾿ ὅλην τὴν Διακαινήσιμον ἑβδομάδα, μέχρι τοῦ Σαββάτου αὐτῆς, αἱ Ὧραι, τὰ Ἀπόδειπνα, καὶ τὸ Μεσονυκτικόν, τελεῖται οὕτως·
Ὁ ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ ἀναγνώστης· Ἀμήν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (τρις)
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς θανάτῳ θάνατον ὤλεσεν. (τρίς)