Ετικέτες

10.4.20

Κανόνας που ψάλλεται σήμερα μαζί με το μικρό απόδειπνο

Ι.Ν. Παντανάσσης '' To Γενέσιον της Θεοτόκου '': Τὸ Μέγα Ἀπόδειπνο
Το απόγευμα τελείται το μικρό απόδειπνο


μαζί με τον εξής κανόνα από το Τριώδιο:

(λογικά γίνεται στο μέσο, δηλ. ξεκινά μετά το Πιστεύω... και το Άξιον εστίν... και αφού ολοκληρωθεί συνεχίζουμε με τρισάγιο και τα υπόλοιπα του μικρού αποδείπνου)


ΤΗ ΑΥΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ


Ψάλλομεν τον ἑπόμενον Κανόνα.
Ποίημα Ἀνδρέου Κρήτης.
Ὠδή α'  Ἦχος α'  Ὁ Εἱρμός.
δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

Νεκρὸν τετραήμερον ἐξαναστήσας, Σωτήρ μου τὸν Λάζαρον, τῆς φθορᾶς ἀπήλλαξας, βραχίονι ὑψηλῷ, καὶ ἔδειξας ὡς δυνατός, τὴν ἐξουσίαν σου.
Φωνήσας τὸν Λάζαρον ἐκ τοῦ μνημείου, εὐθὺς ἐξανέστησας, ἀλλ' ὁ Ἅδης κάτωθεν, πικρῶς ὠδύρετο, καὶ στένων ἔτρεμε Σωτήρ, τὴν ἐξουσίαν σου.
δάκρυσας Κύριε ἐπὶ Λαζάρῳ, δεικνύων τὴν σάρκωσιν, τῆς οἰκονομίας σου, καὶ ὅτι φύσει Θεός, ὑπάρχων, φύσει καθ' ἡμᾶς, γέγονας ἄνθρωπος.
Τῆς Μάρθας τὰ δάκρυα καὶ τῆς Μαρίας, κατέπαυσας Κύριε, ἐκ νεκρῶν τὸν Λάζαρον, ἐξαναστήσας Σωτήρ, καὶ δείξας ἔμπνουν τὸν νεκρόν, τῇ ἐξουσίᾳ σου.
Τῷ νόμῳ τῆς φύσεως τῆς ἀνθρωπίνης, ἠρώτησας Δέσποτα, ποῦ τέθειται Λάζαρος; δεικνύων πᾶσι Σωτήρ, ἀνόθευτον τὴν πρὸς ἡμᾶς, οἰκονομίαν σου.
Τὰ κλεῖθρα συνέτριψας τότε τοῦ Ἅδου, φωνήσας τὸν Λάζαρον, καὶ τὸ κράτος ἔσεισας, τοῦ πολεμήτορος, καὶ ἔπεισας πρὸ τοῦ Σταυροῦ, τρέμειν σε μόνε Σωτήρ.
Δεσμώτην τὸν Λάζαρον ὑπὸ τοῦ Ἅδου, κρατούμενον Δέσποτα, ὡς Θεὸς προέφθασας, καὶ ἔλυσας τῶν δεσμῶν· τῷ σῷ γὰρ πάντα Δυνατέ, ἥκει προστάγματι.
Δόξα...
Πατέρα δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα, Τριάδα ἀχώριστον, ἐν Μονάδι φύσεως, καὶ σὺν Ἀγγέλοις αὐτήν, ὡς ἕνα ἄκτιστον Θεόν, δοξολογήσωμεν.
Καὶ νῦν... Θεοτοκίον.
τρέπτως ἐκύησας Παρθενομῆτορ, τὸν Κτίστην τῆς φύσεως ἐξ ἁγίου Πνεύματος, κατ΄ εὐδοκίαν Πατρός, γενόμενον ὅπερ ἑσμέν, δίχα τροπῆς καὶ φυρμοῦ.
Ὠδὴ β’ Ὁ Εἱρμὸς.
Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν Σωτῆρα τοῦ Κόσμου, τὸν μόνον φιλάνθρωπον.
Δόξα σοι, τῷ φωνήσαντι μόνον, καὶ ἐκ τοῦ τάφου, νεκρὸν τεταρταῖον, τὸν φίλον ἐγείραντι Λάζαρον.
κουσε, τῆς φωνῆς σου ὁ ἄπνους, καὶ ψυχωθεὶς ἐκ νεκρῶν, ἐξανέστη εὐθέως, δοξάζων σε Κύριε.
Πρόσταγμα, ζωηφόρου φωνῆς σου, δεξάμενος ὀδωδῶς, ἐξηγέρθη τοῦ τάφου, Σωτήρ μου ὁ Λάζαρος.
δάκρυσας, ἐπὶ φίλῳ Σωτήρ μου, πιστούμενος τοῦτον τὴν ἡμῶν, ὡς ἐφόρεσας φύσιν, καὶ ἀνέστησας.
τρόμαξεν, ὡς κατεῖδεν ὁ Ἅδης, παλινδρομοῦντα εὐθύς, τὸν δεδεμένον κειρίαις, φωνὴ πρὸς τὴν ὧδε ζωήν.
Δόξα...
ξέστησαν, τῶν Ἑβραίων οἱ δῆμοι, ὅτε φωνήσας Σωτήρ, ἐξανέστησας λόγῳ, ὀδωδότα τὸν Λάζαρον.
Καὶ νῦν...
σείσθησαν, τὰ ταμεῖα τοῦ Ἅδου, ὡς ἐψυχοῦτο εὐθύς, κάτω Λάζαρος, τότε τῇ φωνῇ, τοῦ ζωώσαντος.
Ὠδὴ γ’  Ὁ Εἱρμὸς.
Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο. (Δίς)
Θαῦμα, ξένον καὶ παράδοξον! πῶς ὁ Κτίστης πάντων, ὅπερ οὐκ ἠγνόει, ὡς ἀγνοῶν ἠρώτα. Ποῦ κεῖται ὃν θρηνεῖτε; ποῦ τέθαπται Λάζαρος, ὃν μετ' ὀλίγον ἐκ νεκρῶν, ζώντα ὑμῖν ἐξαναστήσω ἐγώ;
Λίθον, ὃν σοι προσεκύλισαν, οἱ κηδεύσαντές σε, τοῦτον συγκινῆσαι, ὁ Ἰησοῦς προστάξας, εὐθὺς ἀνέστησέ σε, φωνήσας σοι Λάζαρε· Ἀνάστα δεῦρο πρός με, ἵνα τήν σὴν ὁ Ἅδης πτήξῃ φωνήν.
Μάρθα, καὶ Μαρία Κύριε, ὀδυρμοῖς ἐβόων· Ἴδε ὃν ἐφίλεις, τεταρταῖος ὄζει, εἰ ἧς ὧδε τότε, οὐκ ἔθνῃσκε Λάζαρος. Ἀλλ' ὡς ἀχώριστος παντί, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.
άνας, ἐπὶ φίλῳ δάκρυα, δι' οἰκονομίαν, ἔδειξας τὴν σάρκα, τὴν ἐξ ἡμῶν ληφθεῖσαν, οὐσίᾳ οὐ δοκήσει, Σωτὴρ ἑνωθεῖσάν σοι, καὶ ὡς φιλάνθρωπος Θεός, τοῦτον εὐθὺς φωνήσας ἤγειρας.
Οἴμοι, ὄντως νῦν ἀπόλωλα! ἐκβοῶν ὁ Ἅδης, οὕτω προσεφώνει, τῷ θανάτῳ λέγων· Ἰδοὺ ὁ Ναζωραῖος, τὰ κάτω συνέσεισε, καὶ τὴν γαστέρα μου τεμών, ἄπνουν νεκρόν φωνήσας ἤγειρε. 
Ποῦ ἡ τῶν Ἑβραίων ἄνοια; ποῦ ἡ ἀπιστία; ἕως πότε πλάνοι; ἕως πότε νόθοι; ὁρᾶτε τὸν θανέντα, φωνὴ ἐξαλλόμενον, καὶ ἀπιστεῖτε τῷ Χριστῷ; ὄντως υἱοὶ τοῦ σκότους πάντες ὑμεῖς!
Δόξα...
να τῆς Τριάδος οἶδά σε, εἰ καὶ ἐσαρκώθης, ἕνα καὶ δοξάζω, Υἱὸν σεσαρκωμένον, τὸν ἐκ τῆς Θεοτόκου, ἀσπόρως βλαστήσαντα, καὶ σὺν Πατρὶ καὶ Πνεύματι, ἕνα Υἱὸν δοξολογούμενον.
Καὶ νῦν... Θεοτοκίον.
Ξένον, καὶ φρικτὸν τὸ ὅραμα, ἐξ οἰκονομίας, ὅπερ προεώρων, οἱ ἀψευδεῖς Προφῆται, Παρθένον Θεοτόκον, ἀσπόρως μὲν κύουσαν, ἀφθόρως τίκτουσαν Θεόν, μένουσαν δὲ μετὰ τὸν τόκον ἁγνήν.
Ὠδὴ δ’  Ὁ Εἱρμὸς.
πήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη, ἔστη ἐν τῇ τάξει αὐτῆς, ὑψώθης Μακρόθυμε, ἐπὶ τοῦ Ξύλου, καὶ ἔπηξας ἐν αὐτῷ, τὴν Ἐκκλησίανσου.
δάκρυσας Κύριε, ἐπὶ Λαζάρῳ, δείξας ὅτι ἄνθρωπος εἶ, καὶ ἤγειρας Δέσποτα, τὸν τεθνεῶτα, καὶ ἔδειξας τοῖς λαοῖς, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ.
 ἄπνους ἤκουσε, τὸ πρόσταγμά σου· Δεῦρο ἔξω Λάζαρε, δρομαῖος ἀνίστατο σὺν τοῖς σπαργάνοις, καὶ ἥλατο Ἀγαθέ, δεικνὺς τὸ κράτος σου.
Τῆς Μάρθας τὰ δάκρυα, καὶ τῆς Μαρίας, κατέπαυσας Χριστὲ ὁ Θεός, φωνήσας τὸν Λάζαρον, αὐτεξουσίως, συνήγειρας τῇ φωνῇ, καὶ προσεκύνησέ σοι.
Δακρύσας ὡς ἄνθρωπος, ἐπὶ Λαζάρῳ, ἐξήγειρας αὐτὸν ὡς Θεός, ἠρώτας· Ποῦ τέθαπται, ὁ τεταρταῖος; πιστούμενος Ἀγαθέ, τὴν ἐνανθρώπησίν σου.
Τοῦ Πάθους τὰ σύμβολα, καὶ τοῦ Σταυροῦ σου, γνωρίσαι βουληθεὶς Ἀγαθέ τοῦ Ἅδου τὴν ἄπληστον, γαστέρα ῥήξας,  ἀνέστησας ὡς Θεός, τὸν τετραήμερον.
Τίς οἶδε, τίς ἤκουσεν, ὅτι ἀνέστη, ἄνθρωπος νεκρὸς ὀδωδώς; Ἠλίας μὲν ἤγειρε, καὶ Ἐλισσαῖος, ἀλλ' οὐκ ἐκ μνήματος, ἀλλ' οὐδὲ τεταρταῖον.
μνοῦμέν σου Κύριε, τὴν δυναστείαν, ὑμνοῦμεν καὶ τὰ Πάθη Χριστέ· τῇ μὲν γὰρ ὡς εὔσπλαγχνος, ἐθαυματούργεις, τὰ δὲ οἰκονομικῶς, εἵλου ὡς ἄνθρωπος.
Θεὸς εἶ καὶ ἄνθρωπος, ἐπαληθεύων, τοῖς πράγμασι τὰ ὀνόματα, ἐπέστης τῷ μνήματι, σαρκὶ ὁ Λόγος, καὶ ἤγειρας ὡς Θεός, τὸν τετραήμερον.
ξέστησαν Δέσποτα, Ἑβραίων δῆμοι, ὡς εἶδον ἀναστάντα νεκρόν, ἐκ τάφου Λάζαρον, σὺν τῇ φωνῇ σου, καὶ ἔμειναν ἀπειθεῖς, τῶν θαυμασίων σου.
Δόξα...
νάρχως ἐξέλαμψας, ἐκ τοῦ Πατρός σου, ὡς εἷς τῆς Τριάδος Σωτήρ, ἐν χρόνῳ, ἐκ Πνεύματος, παρθενικῶν σὺ προῆλθες αἱμάτων, σάρκα λαβὼν ὁ ὑπερούσιος.
Καὶ νῦν... Θεοτοκίον.
 σύλληψις ἄσπορος τῆς Θεοτόκου, ὁ τόκος ἄνευ πάθους φθορᾶς· Θεὸς γὰρ ἀμφότερα, θαυματουργήσας, ἐκένωσεν ἑαυτόν, ἵνα ἡμῖν ἑνωθῇ.
Ὠδὴ ε’  Ὁ Εἱρμὸς.
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις. (Δίς)
Ζωὴ ὑπάρχων Κύριε, καὶ φῶς ἀληθινόν, Λάζαρον νεκρὸν φωνήσας ἀνέστησας· ὡς δυνατὸς γὰρ πᾶσιν ἔδειξας, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.
Τὴν ἄστεκτόν σου πρόσταξιν, μὴ φέρων Ἰησοῦ, Ἅδης ὁ πολλοὺς δεξάμενος ἔπτηξε, καὶ τεταρταῖον ὄντα Λάζαρον, σὺν τῇ φωνῇ ζῶντα, καὶ οὐ νεκρὸν ἐδίδου.
Τὸν χοῦν συνάψας πνεύματι, ὁ πάλαι τὸν πηλόν, πνεύματι ψυχώσας, ζωῆς Λόγε λόγῳ σου, καὶ νῦν δὲ λόγῳ ἐξανέστησας, ἐκ τῆς φθορᾶς φίλον, καὶ τῶν καταχθονίων.
Τῷ νεύματί σου Κύριε ἀνθέστηκεν οὐδείς· ὅτε γὰρ νεκρόν, ἐφώνεις τὸν Λάζαρον, εὐθὺς ὁ ἄπνους ἐξανίστατο, καὶ τὰ δεσμὰ φέρων, ποσὶ περιεπάτει.
 Ἰουδαίων ἄνοια! ὢ πώρωσις ἐχθρῶν! τίς οἶδε νεκρὸν ἐκ τάφου ἐγείραντα; Ἠλίας πάλαι ἐξανέστησεν, ἀλλ' οὐκ ἐκ μνήματος, ἀλλ' οὐδὲ τεταρταῖον.
νείκαστε μακρόθυμε, ὁ πάντα δι' ἡμᾶς, πράττων ὡς Θεός, καὶ πάσχων ὡς ἄνθρωπος, πάντας μετόχους ἡμᾶς ποίησον, τῆς σῆς βασιλείας πρεσβείαις τοῦ Λαζάρου.
Δόξα...
Προάναρχε, συνάναρχε, ὁμότιμε Τριάς, Πάτερ παντοκράτορ, Υἱέ, Πνεῦμα ἅγιον, Μονὰς ἁγία τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σῷζε, πιστῶς σε ἀνυμνοῦντας.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν ἄχραντον γαστέρα σου, ἡγίασεν Ἁγνή, σάρκα ἐξ αὐτῆς, λαβὼν ὁ ὑπέρθεος, ὁ ἐν Τριάδι προσκυνούμενος, ὁ ἐκ Πατρὸς Λόγος, καὶ σὺν τῷ Πνεύματι Θεός.
Ὠδὴ ς’  Ὁ Εἱρμὸς.
πέρριψάς με, εἰς βάθη καρδίας θαλάσσης, καὶ ἔσωσάς με Σωτήρ, δουλείας θανάτου, καὶ ἔλυσας τὸν δεσμόν, τῶν ἀνομιῶν μου. (Δίς)
ρώτησας· Ποῦ εἰμι, ὁ πάντα γινώσκων, ἐδάκρυσάς με Σωτήρ, ὡς ἄνθρωπος φύσει, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.
φώνησάς με ἐξ  Ἅδου, Σωτὴρ κατωτάτου, βοᾷ Λάζαρος, πρὸς σὲ τὸν λύτην τοῦ Ἅδου, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.
νέδυσάς με Σωτήρ, τὸ πήλινον σῶμα, καὶ ἔπνευσάς μοι ζωήν, καὶ εἶδον τὸ φῶς σου, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.
ψύχωσας σύ, τὴν ἄπνουν μορφὴν τῆς σαρκός μου, συνέσφιγξάς με Σωτήρ, ὀστέοις καὶ νεύροις, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.
Τὴν παμφάγον διαρρήξας, γαστέρα τοῦ ᾍδου, ἐξήρπασάς με Σωτήρ, τῇ σῇ δυναστείᾳ, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.
φόρεσάς μου Σωτήρ, τὸ φύραμα ὅλον, ἐφύλαξας δὲ ἁγνήν, τὴν ἄχραντον μήτραν, ἐξ ἧς προῆλθες σαρκωθείς, εἷς ὢν τῆς Τριάδος.
Δόξα...
Τριὰς ἁγία δοξάζω, τὴν σὴν εὐσπλαγχνίαν, καὶ σὺν Ἀγγέλοις ὑμνῶ, τὸν τρισάγιον Ὕμνον, ἐλέησον τὰς ψυχὰς ἡμῶν, τῶν σὲ ἀνυμνούντων.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν ἄχραντόν σου νηδύν, ὑπέδυ ὁ Λόγος, ἐτήρησε δὲ αὖθις, μετὰ γέννησιν ταύτην, ἁγνὴν Θεογεννῆτορ, θαῦμα ὄντως παράδοξον!
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
πὶ νεκρῷ ἐδάκρυσας Σωτήρ, φιλάνθρωπε, ἵνα δείξῃς πᾶσι τοῖς λαοῖς, ὅτι Θεὸς ὢν, δι' ἡμᾶς ἄνθρωπος ὤφθης, καὶ ἑκὼν ἐδάκρυσας, τύπους ἡμῖν προτιθείς, ἐνδιαθέτου στοργῆς.
 τεταρταῖος Λάζαρος Σωτήρ, ὡς ἤκουσε, κάτω τῆς φωνῆς σου ἀναστάς, ἀνύμνησέ σε, καὶ γεγηθὼς οὕτως ἐβόα· Σὺ Θεὸς καὶ Κτίστης μου, σὲ προσκυνῶ καὶ ὑμνῶ, τόν ἀναστήσαντά με.
Εἰ καὶ δεσμὰ περίκειμαι Σωτήρ, ὁ Λάζαρος, κάτωθεν ἐβόα Λυτρωτά, ἀλλ' οὐδαμῶς, ἐν τῇ γαστρὶ μενῶ τοῦ Ἅδου, ἐὰν μόνον κράξῃς με· Λάζαρε δεῦρο ἔξω· σὺ γάρ μου φῶς καὶ ζωή.
Παρακαλῶ σε Λάζαρε, φησίν, ἀνάστηθι, ἔξελθε τῶν κλείθρων μου ταχύ, ἄπιθι οὖν· καλόν μοι γὰρ ἕνα θρηνῆσαι, πικρῶς ἀφαιρούμενον, παρὰ πάντας οὓς πρίν, πεινῶν κατέπιον.
Καὶ τί βραδύνεις Λάζαρε; φησίν, ὁ φίλος σου, δεῦρο ἔξω κράζει ἑστηκώς· ἔξελθε οὖν, ἵνα κᾀγὼ ἄνεσιν λάβω· ἀφ' οὗ γάρ σε ἔφαγον, εἰς ἐμετὸν ἡ τροφή, ἀντικατέστη μοι.
Τί οὐκ ἐγείρῃ Λάζαρε ταχὺ; ἀνέκραζε, κάτωθεν ὁ Ἅδης θρηνωδῶν, τί οὐκ εὐθύς, ἐξαναστὰς τρέχεις τῶν ὧδε; ἵνα μὴ καὶ ἄλλους μοι, αἰχμαλωτίσῃ Χριστὸς ἐξαναστήσας σε.
θαυμαστώθης Δέσποτα Χριστέ, ἐξαίσια, τότε ἐργασάμενος πολλά· φῶς γὰρ τυφλοῖς, κωφῶν δὲ ὦτα, ἤνοιξας λόγῳ, καὶ τὸν φίλον Λάζαρον, ἐκ τῶν νεκρῶν ὡς Θεός, φωνήσας ἥγειρας.
Δόξα...
Τριαδικὴν ὑμνήσωμεν ᾠδήν, δοξάζοντες, ἄναρχον Πατέρα, καὶ Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ἡ Τριάς.
Καὶ νῦν... Θεοτοκίον
ς τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθεὶς δίχα τροπῆς, ἀνθρωπικῶς πάντα ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡμῖν.
Ὠδὴ η’  Ὁ Εἱρμὸς.
Οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν οὐρανῶν, εὐλογεῖτε, ὑμνεῖτε, τὸν Κύριον.
Ὁ Ποιητὴς καὶ συνοχεὺς τῶν ἁπάντων, δι΄ εὐσπλαγχνίαν, ἐν Βηθανίᾳ ἐπέστη, ἐγείρων τὸν Λάζαρον.
 τεταρταῖος ὀδωδώς, καὶ κειρίαις συνειλημμένος, ἥλατο ἔμπνους ὁ ἄπνους, φωνοῦντός σου Κύριε.
Τῶν Ἰουδαίων ὁ λαός, ὡς ἑώρα τὸν τεθνεῶτα, τῇ σῇ φωνῇ ἀναστάντα, Χριστὲ διεπρίετο.
Οἱ σκοτεινοὶ περὶ τὸ φῶς, Ἰουδαῖοι, τί ἀπιστεῖτε, τῇ τοῦ Λαζάρου ἐγέρσει; Χριστοῦ τὸ ἐγχείρημα.
γαλλιάσθω ἡ Σιών, καὶ ὑμνείτω τὸν Ζωοδότην, τὸν ἀναστήσαντα λόγῳ, ἐκ τάφου τὸν Λάζαρον.
Αἱ Στρατιαὶ τῶν οὐρανῶν, καὶ τὸ γένος, τῶν γηγενῶν σε ὕμνησεν, ὅτι Σωτήρ μου, τὸν Λάζαρον ἤγειρας.
Δόξα...
Σὺν τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τὸ Πνεῦμα δοξολογῶ, καὶ ὑμνῶν ἀσιγήτως βοῶ, Τρισάγιε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον.
Σὲ εὐλογῶ καὶ προσκυνῶ, τὸν τεχθέντα ἐκ τῆς Παρθένου, μὴ χωρισθέντα τοῦ θρόνου, τῆς ἁγίας δόξης σου.
Ὠδὴ θ’  Ὁ Εἱρμὸς.
ποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.
μνείτω τὸ θαῦμα, Βηθανία σὺν ἡμῖν· ἐν ταύτῃ γὰρ ἐδάκρυσεν ὁ Κτίστης, τὸν Λάζαρον ἀνιστῶν, νόμῳ φύσεως σαρκός, καὶ Μάρθας τὰ δάκρυα λιπών, καὶ τὸν κλαυθμόν Μαρίας, εἰς χαρὰν μεταβαλών, τὸν νεκρὸν ἐγείρει.
Πιστούμενος Λόγε, τὴν Ἀνάστασιν τὴν σήν, ἐκάλεσας τὸν Λάζαρον ἐκ τάφου, καὶ ἥγειρας ὡς Θεός, ἵνα δείξῃς τοῖς λαοῖς, Θεόν σε, καὶ ἄνθρωπον ὁμοῦ, ἐν ἀληθείᾳ ὄντα, καὶ ἐγείραντα Ναόν, τὸν τοῦ σώματός σου.
Συνέσεισας πύλας, καὶ μοχλοὺς τοὺς σιδηρούς, ἐφόβησας τὸν ᾍδην τῇ φωνῇ σου, καὶ ἔπτηξε σὺν αὐτῷ, καὶ ὁ θάνατος εὐθύς, ὡς εἶδον τὸν Λάζαρον Σωτήρ, τὸν παρ΄ αὐτοῖς δεσμώτην, ψυχωθέντα τῇ φωνῇ, καὶ ἐξαναστάντα.
ξέστησαν πάντες, ὡς ἑώρων σε Σωτήρ, δακρύοντα, τὸν Λάζαρον θανέντα, καὶ ἔλεγον οἱ δεινοί. Ἴδε πῶς αὐτὸν φιλεῖ, εὐθὺς οὖν ἐφώνησας αὐτόν, καὶ ἀναστὰς ὁ ἄπνους, ἀφῃρεῖτο τὴν φθοράν, τῷ προστάγματί σου.
σείσθησαν πύλαι, συνετρίβησαν μοχλοί, ἐλύθησαν δεσμὰ τοῦ τεθνεῶτος· ὁ Ἅδης δὲ τῇ φωνῇ, τῆς δυνάμεως Χριστοῦ, πικρῶς ἀνεστέναξε, καὶ ἀνεβόα· Οἴμοι! Τίς καὶ πόθεν ἡ φωνή, ἡ νεκροὺς ζωοῦσα;
νάστα ἐντεῦθεν, ὑπακούσας τῆς φωνῆς· ὁ φίλος σου γὰρ ἔξω προσφωνεῖ σε· οὗτός ἐστιν, ὁ τὸ πρὶν ἀναστήσας τοὺς νεκρούς· Ἠλίας μὲν ἤγειρε νεκρόν, καὶ Ἐλισσαῖος ἅμα, ἀλλ' αὐτὸς ἦν δι' αὐτῶν, καὶ λαλῶν καὶ πράττων.
μνοῦμέν σου, Λόγε, τὴν ἀνείκαστον ἰσχύν· ὀστέοις γὰρ καὶ νεύροις τὸν θανέντα, ἥγειρας λόγῳ τῷ σῷ, ὡς τῶν ὅλων πλαστουργός, καὶ τοῦτον ἀνέστησας Σωτήρ, ἐκ τῶν καταχθονίων, ὡς τῆς χήρας τὸν υἱόν, τὸν ἐπὶ τῆς κλίνης.
Δόξα...
Τριὰς παναγία, Πάτερ ἄναρχε Θεέ, συνάναρχε Υἱέ, καὶ θεῖε Λόγε, Παράκλητε ἀγαθέ, Πνεῦμα ἅγιον Θεοῦ, τὸ ἓν καὶ τρισήλιον φάος, ἡ συμφυὴς οὐσία· εἷς Θεὸς καὶ Κύριος, οἴκτειρον τὸν Κόσμον.
Καὶ νῦν... Θεοτοκίον.
 πάντα ποιήσας, ἐν σοφίᾳ Ἰησοῦ καὶ ὅλον με φορέσας ἐκ Παρθένου, καὶ ὅλος μένων ἀεί, ἐν τοῖς κόλποις τοῦ Πατρός, τὸ ἅγιόν σου Πνεῦμα Χριστέ, ἐπὶ τὸ ποίμνιόν σου, καταπέμψας ὡς Θεός, ἐπισκίασον ἡμᾶς.


Πηγή κανόνα: Τριώδιο

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλώ να γράφετε τα σχόλια σας με ελληνικούς χαρακτήρες.

Τα σχόλια σας θα πρέπει να αναφέρονται στην εν λόγω ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.