Κάνω μια σταχυολόγηση για τους βιαστικούς.
Τα δικά μου λόγια περιττεύουν:
Τα δικά μου λόγια περιττεύουν:
Πρὸ συντριβῆς ἠγεῖται ὕβρις,
πρὸ δὲ πτώματος κακοφροσύνη.
Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός,
οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ.
Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον,
ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ.
Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν.
Ακολουθεί ολόκληρο το κείμενο και μετάφραση
Ὁ δεχόμενος παιδείαν, ἐν
ἀγαθοῖς ἔσται, ὁ δὲ φυλάσσων ἐλέγχους, σοφισθήσεται. Ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδούς,
τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ἀγαπῶν δὲ ζωὴν αὐτοῦ, φείσεται στόματος αὐτοῦ. Πρὸ
συντριβῆς ἠγεῖται ὕβρις, πρὸ δὲ πτώματος κακοφροσύνη. Κρείσσων πραΰθυμος
μετὰ ταπεινώσεως, ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. Συνετὸς ἐν πράγμασιν
εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ τῷ Κυρίῳ μακαριστός. Τοὺς σοφοὺς καὶ συνετούς,
φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ, πλείονα ἀκούσονται. Πηγὴ ζωῆς ἔννοια
τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου
στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην. Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα
δὲ αὐτοῦ ἴασις ψυχῆς. Εἰσὶν ὁδοί, δοκοῦσαι ὀρθαὶ εἶναι ἀνδρί, τὰ μέντοι τελευταῖα
αὐτῶν βλέπει εἰς πυθμένα ᾍδου. Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῶ, καὶ ἐκβιάζεται τὴν ἀπώλειαν
ἑαυτοῦ. Ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν. Ἀνὴρ ἄφρων ὀρύσσει
ἑαυτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. Ἀνὴρ σκολιὸς διαπέμπεται
κακά, καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς, καὶ διαχωρίζει φίλους. Ἀνὴρ παράνομος
ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτούς εἰς ὁδοὺς οὐκ ἀγαθάς, στηρίζων δὲ ὀφθαλμοὺς
αὐτοῦ, λογίζεται διεστραμμένα, ἐπιδάκνων δὲ τοῖς χείλεσιν αὐτοῦ, ὁρίζει πάντα τὰ
κακά, οὗτος κάμινός ἐστι κακίας. Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης
εὑρίσκεται. Κρείσσων ἀνὴρ μακρόθυμος, ἰσχυροῦ. Ὁ δὲ κρατῶν ὀργῆς, κρείσσων τοῦ
καταλαμβανομένου πόλιν. Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου
πάντα τὰ δίκαια. Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν,
καὶ ἀδίκων θυμάτων μετὰ μάχης. Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς
διελεῖται μέρη. Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός, οὕτως ἐκλεκταὶ
καρδίαι παρὰ Κυρίῳ. Κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει
χείλεσι ψευδέσιν. Ὁ καταγελῶν πτωχοῦ, παροξύνει τὸν ποιήσαντα αὐτόν. Ὁ δὲ ἐπιχαίρων
ἀπολλυμένῳ, οὐκ ἀθωωθήσεται. Ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. Στέφανος γερόντων,
τέκνα τέκνων, καύχημα δὲ τέκνων, πατέρες αὐτῶν. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν
χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Οὐχ ἁρμόσει ἄφρονι πιστά, οὐδὲ δικαίῳ χείλη
ψευδῆ. Μισθὸς χαρίτων, ἡ παιδεία τοῖς χρωμένοις, οὗ δ' ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται.
Ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους.
Συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθείς, οὐκ αἰσθάνεται. Ἀντιλογίας
ἐγείρει πᾶς κακός. Ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. Ἐμπεσεῖται
μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. Ὃς ἀποδίδωσι κακὰ ἀντὶ
ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ
δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. Ὃς δίκαιον κρίνει τὸν
ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. Ἵνα τί ὑπῆρξε
χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται. Ὃς ὑψηλὸν ποιεῖ
τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν. Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν, ἐμπεσεῖται εἰς
κακά. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν.
Επιμέλεια ανάρτησης
ΕΛΛΗΝΙΚΗ ΝΑΥΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.
Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.