Ἡμεῖς δέ σε, πανάχραντε, Μῆτερ εὐλογημένη
Τοῦ γλυκυτάτου σου Υἱοῦ καὶ τοῦ Θεοῦ τῶν ὅλων,
Ἄσπιλε, παναμώμητε, ἄφθορε Παναγία,
Ἀπηλπισμένων ἡ ἐλπὶς καὶ τῶν ἀδικουμένων,
Αἰνοῦμεν, εὐλογοῦμέν σε, ὡς κεχαριτωμένην,
Ὡς τὸν Χριστὸν γεννήσασα τὸν Κτίστην τῶν ἀπάντων,
Καὶ πάντες σοι προσπίπτομεν καὶ σὲ παρακαλοῦμεν.
Ῥῦσαι ἡμᾶς, πανάχραντε, ἀπὸ παντοίων νόσων,
Ἀπὸ παντοίων πειρασμῶν τῶν ἐκ τοῦ διαβόλου·
Γενοῦ ἡμῶν μεσίτρια ἐν ὥρᾳ καταδίκης
Καὶ τοῦ πυρὸς τοῦ μέλλοντος ἐξάρπασον, Παρθένε·
Σὺ γὰρ ἐλπὶς Χριστιανῶν ὑπάρχεις Παναγία,
Καὶ σὲ δοξάζομεν, Ἁγνή, εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.