ψάλλονται από της 27ης Ιουλίου μέχρι της 5ης Αυγούστου
(πλην της 1ης Αυγούστου)
(πλην της 1ης Αυγούστου)
΄΄Χοροί Ισραήλ΄΄ Καταβασίες της Μεταμορφώσεως
Μέλος τονισθέν υπό Χαρ Ταλιαδώρου
Θανάσης Δασκαλοθανάσης
Μέλος τονισθέν υπό Χαρ Ταλιαδώρου
Θανάσης Δασκαλοθανάσης
Ὠδὴ α’. Ἦχος δ’.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον Ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες, ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Ὠδὴ δ’.
Εἰσακήκοα τὴν ἔνδοξον, οἰκονομίαν Σου Χριστὲ ὁ Θεός· ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει Σου Κύριε.
Ὠδὴ ε’.
Ὁ τοῦ φωτὸς διατμήξας, τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα, ὑμνεῖ Σε Χριστέ, τὸν Δημιουργόν· ἐν τῷ φωτί Σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
Ὠδὴ ς’.
Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ὠδὴ ζ’.
Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν· καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Ὠδὴ θ’.
Ὁ τόκος Σου ἄφθορος ἐδείχθη· Θεὸς ἐκ λαγόνων Σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· Σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.
Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.