Ετικέτες

3.5.21

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ - αντί αποδείπνου, μεσονυκτικού και ωρών κατά τη διακαινήσιμο εβδομάδα

 

ΕΛΛΗΝΙΚΗ ΝΑΥΣ: Μεσονυκτικό, Ώρες και Απόδειπνο Διακαινησίμου ...

Δεῖ εἰ­δέ­ναι, ὅ­τι ἀ­πὸ ταύ­της τῆς ἡ­μέ­ρας τῆς ἁ­γί­ας καὶ με­γά­λης Κυ­ρι­α­κῆς τοῦ Πά­σχα καὶ καθ᾿ ὅ­λην τὴν Δι­α­και­νή­σι­μον ἑ­βδο­μά­δα, μέ­χρι τοῦ Σαβ­βά­του αὐ­τῆς, αἱ Ὧ­ραι, τὰ Ἀ­πό­δει­πνα, καὶ τὸ Με­σο­νυ­κτι­κόν, τε­λεῖ­ται οὕ­τως·

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Χρι­στὸς ἀ­νέ­στη ἐκ νε­κρῶν, θα­νά­τῳ θά­να­τον πα­τή­σας, καὶ τοῖς ἐν τοῖς μνή­μα­σι, ζω­ὴν χα­ρι­σά­με­νος. (τρις)


­νά­στα­σιν Χρι­στοῦ θε­α­σά­με­νοι, προ­σκυ­νή­σω­μεν ἅ­γι­ον Κύ­ρι­ον Ἰ­η­σοῦν, τὸν μό­νον ἀ­να­μάρ­τη­τον. Τὸν σταυ­ρόν σου, Χρι­στέ, προ­σκυ­νοῦ­μεν καὶ τὴν ἁ­γί­αν σου ἀ­νά­στα­σιν ὑ­μνοῦ­μεν καὶ δο­ξά­ζο­μεν· σὺ γὰρ εἶ Θε­ὸς ἡ­μῶν, ἐ­κτός σου ἄλ­λον οὐκ οἴ­δα­μεν, τὸ ὄ­νο­μά σου ὀ­νο­μά­ζο­μεν. Δεῦ­τε πάν­τες οἱ πι­στοὶ προ­σκυ­νή­σω­μεν τὴν τοῦ Χρι­στοῦ ἁ­γί­αν ἀ­νά­στα­σιν· ἰ­δοὺ γὰρ ἦλ­θε δι­ὰ τοῦ σταυ­ροῦ, χα­ρὰ ἐν ὅ­λῳ τῷ κό­σμῳ. Δι­ὰ παν­τὸς εὐ­λο­γοῦν­τες τὸν Κύ­ρι­ον, ὑ­μνοῦ­μεν τὴν ἀ­νά­στα­σιν αὐ­τοῦ· σταυ­ρὸν γὰρ ὑ­πο­μεί­νας δι᾿ ἡ­μᾶς θα­νά­τῳ θά­να­τον ὤ­λε­σεν. (τρίς)


Προ­λα­βοῦ­σαι τὸν ὄρ­θρον αἱ πε­ρὶ Μα­ρι­ὰμ καὶ εὑ­ροῦ­σαι τὸν λί­θον ἀ­πο­κυ­λι­σθέν­τα τοῦ μνή­μα­τος, ἤ­κου­ον ἐκ τοῦ ἀγ­γέ­λου· Τὸν ἐν φω­τὶ ἀ­ϊ­δί­ῳ ὑ­πάρ­χον­τα με­τὰ νε­κρῶν τί ζη­τεῖ­τε ὡς ἄν­θρω­πον; βλέ­πε­τε τὰ ἐν­τά­φι­α σπάρ­γα­να· δρά­με­τε καὶ τῷ κό­σμῳ κη­ρύ­ξα­τε, ὡς ἠ­γέρ­θη ὁ Κύ­ρι­ος θα­να­τώ­σας τὸν θά­να­τον· ὅ­τι ὑ­πάρ­χει Θε­οῦ Υἱ­ός, τοῦ σῴ­ζον­τος τὸ γέ­νος τῶν ἀν­θρώ­πων.

Εἰ καὶ ἐν τά­φῳ κα­τῆλ­θες, ἀ­θά­να­τε, ἀλ­λὰ τοῦ ᾅ­δου κα­θεῖ­λες τὴν δύ­να­μιν· καὶ ἀ­νέ­στης ὡς νι­κη­τής, Χρι­στὲ ὁ Θε­ός, γυ­ναι­ξὶ μυ­ρο­φό­ροις φθεγ­ξά­με­νος Χαί­ρε­τε, καὶ τοῖς σοῖς ἀ­πο­στό­λοις εἰ­ρή­νην δω­ρού­με­νος, ὁ τοῖς πε­σοῦ­σι πα­ρέ­χων ἀ­νά­στα­σιν.

ν τά­φῳ σω­μα­τι­κῶς, ἐν ᾅ­δου δὲ με­τὰ ψυ­χῆς ὡς Θε­ός, ἐν πα­ρα­δεί­σῳ δὲ με­τὰ λῃ­στοῦ καὶ ἐν θρό­νῳ ὑ­πῆρ­χες, Χρι­στέ, με­τὰ Πα­τρὸς καὶ Πνεύ­μα­τος, πάν­τα πλη­ρῶν ὁ ἀ­πε­ρί­γρα­πτος.

ΔΟ­ΞΑ ΠΑ­ΤΡΙ ΚΑΙ ΥΙ­ΩΙ ΚΙ Α­ΓΙ­ΩΙΠΝΕΥ­ΜΑ­ΤΙ.

ς ζω­η­φό­ρος, ὡς πα­ρα­δεί­σου ὡ­ραι­ό­τε­ρος ὄν­τως καὶ πα­στά­δος πά­σης βα­σι­λι­κῆς ἀ­να­δέ­δει­κται λαμ­πρό­τε­ρος, Χρι­στέ, ὁ τά­φος σου, ἡ πη­γὴ τῆς ἡ­μῶν ἀ­να­στά­σε­ως.

ΚΑΙ ΝΥΝ ΚΑΙ Α­ΕΙ ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙ­Ω­ΝΑΣ ΤΩΝ ΑΙ­Ω­ΝΩΝ. Α­ΜΗΝ.

Τὸ τοῦ Ὑ­ψί­στου ἡ­γι­α­σμέ­νον θεῖ­ον σκή­νω­μα, χαῖ­ρε· δι­ὰ σοῦ γὰρ δέ­δο­ται ἡ χα­ρά, Θε­ο­τό­κε, τοῖς κραυ­γά­ζου­σιν· Εὐ­λο­γη­μέ­νη σὺ ἐν γυ­ναι­ξὶν ὑ­πάρ­χεις, πα­νά­μω­με.

Κύ­ρι­ε, ἐ­λέ­η­σον (40άκις).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βὶμ * καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φίμ, * τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, * τὴν ὄν­τως Θε­ο­τό­κον, * σὲ με­γα­λύ­νο­μεν.

ν ὀ­νό­μα­τι Κυ­ρί­ου εὐ­λό­γη­σον, Πά­τερ.
Ὁ ἱ­ε­ρεύς·
Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ, Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.
Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ πά­λιν· Χρι­στὸς ἀ­νέ­στη... (τρὶς) καὶ τὰ λοι­πὰ ὡς ἀ­νω­τέ­ρω. Ἐ­πα­να­λαμ­βά­νε­ται δὲ ἡ ἀ­κο­λου­θί­α ἐκ τρί­του.

Εἰς δὲ τὸ Ἀ­πό­δει­πνον μό­νον, με­τὰ δὲ τὴν τρί­την ἐ­πα­νά­λη­ψιν λέ­γε­ται καὶ ἡ ἑ­πο­μέ­νη

ΕΥΧΗ

ΤΟΥ ΜΕ­ΓΑ­ΛΟΥ ΒΑ­ΣΙ­ΛΕΙ­ΟΥ.

Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα παν­το­κρά­τορ, ὁ φω­τί­σας τὴν ἡ­μέ­ραν τῷ φω­τὶ τῷ ἡ­λι­α­κῷ καὶ τὴν νύ­κτα φαι­δρύ­νας ταῖς αὐ­γαῖς τοῦ πυ­ρός· ὁ τὸ μῆ­κος τῆς ἡ­μέ­ρας δι­ελ­θεῖν ἡ­μᾶς κα­τα­ξι­ώ­σας καὶ προ­σεγ­γί­σαι ταῖς ἀρ­χαῖς τῆς νυ­κτός, ἐ­πά­κου­σον τῆς δε­ή­σε­ως ἡ­μῶν καὶ παν­τὸς τοῦ λα­οῦ σου· καὶ πᾶ­σιν ἡ­μῖν συγ­χω­ρή­σας τὰ ἑ­κού­σι­α καὶ τὰ ἀ­κού­σι­α ἁ­μαρ­τή­μα­τα, πρόσ­δε­ξαι τὰς ἑ­σπε­ρι­νὰς ἡ­μῶν ἱ­κε­σί­ας καὶ κα­τά­πεμ­ψον τὸ πλῆ­θος τοῦ ἐ­λέ­ους σου καὶ τῶν οἰ­κτιρ­μῶν σου ἐ­πὶ τὴν κλη­ρο­νο­μί­αν σου. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις ἀγ­γέ­λοις σου· ὅ­πλι­σον ἡ­μᾶς ὅ­πλοις δι­και­ο­σύ­νης σου· πε­ρι­χα­ρά­κω­σον ἡ­μᾶς τῇ ἀ­λη­θεί­ᾳ σου· φρού­ρη­σον ἡ­μᾶς τῇ δυ­νά­μει σου· ῥῦ­σαι ἡ­μᾶς ἐκ πά­σης πε­ρι­στά­σε­ως καὶ πά­σης ἐ­πι­βου­λῆς τοῦ ἀν­τι­κει­μέ­νου. Πα­ρά­σχου δὲ ἡ­μῖν καὶ τὴν πα­ροῦ­σαν ἑ­σπέ­ραν σὺν τῇ ἐ­περ­χο­μέ­νῃ νυ­κτὶ τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κήν, ἀ­να­μάρ­τη­τον, ἀ­σκαν­δά­λι­στον, ἀ­φάν­τα­στον, καὶ πά­σας τὰς ἡ­μέ­ρας τῆς ζω­ῆς ἡ­μῶν· πρε­σβεί­αις τῆς ἁ­γί­ας Θε­ο­τό­κου καὶ πάν­των τῶν ἁ­γί­ων τῶν ἀπ᾿ αἰ­ῶ­νός σοι εὐ­α­ρε­στη­σάν­των. Ἀ­μήν.

Ὁ ἀ­να­γνώ­στης· Χρι­στὸς ἀ­νέ­στη... (τρίς).

Ὁ ἱ­ε­ρεὺς τὴν ἀ­πό­λυ­σιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.