Ετικέτες

24.10.15

Αναμείνατε στο ακουστικό σας!

ΕΝΩ Ο ΘΕΑΝΘΡΩΠΟΣ
ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ ΜΑΣ ΠΡΟΤΡΕΠΕΙ
ΝΑ ΠΡΟΣΕΥΧΟΜΑΣΤΕ ΚΑΙ ΝΑ ΝΗΣΤΕΥΟΥΜΕ,
ΓΙΑ ΝΑ ΜΗ ΕΙΜΑΣΤΕ ΥΛΙΣΤΕΣ ΚΑΙ ΘΗΡΙΑ ΑΝΗΜΕΡΑ 

καὶ ὅλοι οἱ Ἅγιοι τῆς πίστεως μας μᾶς προτρέπουν
νὰ προσευχόμαστε ἀδιαλείπτως
καὶ νὰ νηστεύουμε, 

ΑΝΤΙΘΕΤΩΣ ΣΗΜΕΡΑ
Ἅγιοι Συνοδικοὶ μᾶς «φρενάρουν» 
μέχρι ποὺ νὰ ἀποφανθοῦν οἱ νομικοί 

22.10.2015

Καθημερινὴ προσευχή

Χριστέ μου, 
Ἐσὺ εἶσαι ἡ χαρὰ τῆς ζωῆς μου. Ἐσὺ εἶσαι ἡ καταφυγή μου στὰ προβλήματά μου. Ἐσὺ εἶσαι ἡ ἀναψυχή μου στὶς θλίψεις μου. Ἐσὺ εἶσαι ἡ οὐράνια ἱκανοποίηση τῶν ἀναγκῶν μου. Ἐσὺ εἶσαι ἡ ὑγεία καὶ ἡ ἀνάρρωση στὶς ἀσθένειές μου. Ἐσὺ εἶσαι τὸ χέρι ποὺ μὲ σηκώνει ἀπὸ τὶς πτώσεις μου. Ἐσὺ εἶσαι ἡ καθημερινὴ ἀναπνοή μου. Πῶς μπορῶ νὰ ζήσω χωρὶς Ἐσένα; Πῶς μπορῶ νὰ εἶμαι εὐτυχὴς χωρὶς τὸ θεϊκό Σου χάδι; Πῶς μπορῶ νὰ νοιώθω ὑγιὴς χωρὶς τὴ θέλησή Σου;

Γλυκύτατε Ἰησοῦ μου, μὴ μὲ ἐγκαταλείπῃς μόνον στὶς τρικυμίες τῆς ζωῆς. Καὶ ἂν ἐγὼ Σὲ ἀρνοῦμαι μὲ τὶς πράξεις μου καὶ τὰ λόγια μου, Ἐσὺ παράβλεψέ το καὶ ἡ μακροθυμία Σου ἂς μὲ ἀγκαλιάσει. Χριστέ μου, Σὲ ἀγαπῶ, ἀλλὰ καὶ Σὲ πικραίνω. Διόρθωσέ με καὶ μὴν μὲ ἀφήσεις νὰ ἀπολεσθῶ στὸ χάος. Φώτιζέ με μὲ τὸ σωτήριο φῶς Σου! Φώτιζε καὶ τὰ παιδιά μας, γιὰ νὰ ἀκολουθοῦν τὸ δρόμο τῶν ἐντολῶν Σου. Διῶξε μακριά μου τὸ σκοτάδι τῶν πειρασμῶν, τῶν ἀσθενειῶν, τῶν λυπηρῶν καὶ τῶν πτώσεων.

Ναί, Κύριε, ἄκουσε τὴν προσευχή μου καὶ ἔλα νὰ κατασκηνώσεις μέσα μου, γιὰ νὰ νοιώθω πάντοτε δυνατὸς στὴ ζωή μου. Σ’ ἀγαπῶ, Χριστέ μου! Κάνε με νὰ τὸ δείχνω καθημερινὰ μὲ τὴ συμπεριφορά μου καὶ δυνάμωνέ με στὴν πίστη. Ἀναστημένε Χριστέ μου, ἐλέησόν με καὶ σῶσόν με.

Δρ Χαραλάμπης Μ. Μπούσιας,
Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας


Ὡς γνωστό, τὴν ἑτέρα κοινὴ προσευχὴ ὑπὲρ τοῦ Τάματος τοῦ Ἔθνους τοῦ ἀρίστου καὶ πεφωτισμένου Δρ. Χημικοῦ Χαραλάμπους Μπούσια, Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας, τὴν ἀναρτήσαμε στὴν ἱστοσελίδα μας: http://www.fotgrammi.gr/index.php/news-tama/975-20715-----------

Ἀρχικῶς τὴν ἀπεστείλαμε στὸν Ἅγιο Πρωτοσύγκελο τῆς Ἀρχιεπισκοπῆς Ἀθηνῶν Παν/το Ἀρχιμανδρίτη π. Συμεῶνα Βολιώτη καὶ τοῦ τηλεφωνήσαμε, ἐὰν θὰ ἔχουμε τὴν τιμὴ καὶ τὴν εὐχὴ νὰ συμπαρασταθῆ καὶ αὐτὸς στὴν κοινὴ προσευχὴ μετὰ τοῦ Μακαριωτάτου κ.κ. Ἱερωνύμου.
Ὁ Ἅγιος Πρωτοσύγκελος μᾶς προέτρεψε νὰ τὴν ἀποστείλωμε στὴν Ἁγία καὶ Ἱερὰ Σύνοδο, γιὰ νὰ ἀποφανθῆ. Ὄντως τὴν ἀποστείλαμε στὴν Συνοδικὴ Ἐπιτροπὴ ἐπὶ τῆς Θείας Λατρείας καὶ τοῦ Ποιμαντικοῦ Ἔργου καὶ ἐλάβαμε Ἀριθμὸ Πρωτοκόλλου 3730/3.8.15. 

Μὴ τυχόντες δυστυχῶς ἀπαντήσεώς, ἀναγκασθήκαμε νὰ τοὺς ὀχλήσουμε καὶ μᾶς εἶπαν ὅτι περὶ αὐτοῦ πρέπει νὰ ἀποφανθῇ ἡ νομικὴ Ὑπηρεσία. Ἔκτοτε  «οὔτε φωνή, οὔτε ἀκρόασι»  !   !   ! 

Ποῦ καταντήσαμε  !  !  !
Ἀκόμη καὶ γιὰ τὴν προσευχὴ τῶν εὐλαβῶν καὶ ταπεινῶν Ὀρθοδόξων Χριστιανῶν σὲ παραπέμπουν στοὺς νομικούς, γιὰ τοὺς ὁποίους ὑπάρχει καὶ ἕνα ἀπὸ τὰ 24 «οὐαί» τοῦ Θεανθρώπου καὶ τὰ ἄλλα 23 γιὰ τοὺς γραμματεῖς καὶ φαρισαίους ὑποκριτές…
O temporao mores 

Κατωτέρω δημοσιεύουμε τοῦ ἰδίου ὡς ἄνω συγγραφέως Παρακλητικὸ Κανόνα στὸν ἔνδοξο Ἀρχιστράτηγο Μιχαὴλ τὸν προστάτη τοῦ Αἰγαίου Πελάγους, τὸ ὁποῖο πέλαγος κατὰ μὲν τὸν «καλλιτέχνη» ἀνήκει στὰ ψάρια του, κατὰ δὲ τὸν Πρωθυπουργὸ δὲν ἔχει σύνορα .  .  .

Κάθε χώρα τῆς Γῆς ἔχει ὅρια / σύνορα.
Καὶ ὑπεραμύνεται αὐτῶν.

«Εἷς Οἰωνὸς Ἄριστος, ἀμύνεσθαι περὶ Πάτρης».
(Ιλιάδα. Ραψωδία Μ, στίχος 243)

«Μητρός τε καὶ πατρὸς καὶ τῶν ἄλλων προγόνων
ἀπάντων τιμιώτερόν ἐστιν ἡ Πατρὶς
καὶ σεμνότερον καὶ ἁγιώτερον καὶ ἐν μείζονι μοίρᾳ
καὶ παρὰ θεοῖς καὶ παρ᾿ ἀνθρώποις τοῖς νοῦν ἔχουσι»
Σωκράτης (Πλάτωνος Κρίτων, 51α, 51β).




Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος (Ψαλμ. 117, 14)
Ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. 145, 2)
*******************************************************************
Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας
ΚΑΝΩΝ  ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ  ΤΟΝ  ΕΝΔΟΞΟΝ  ΑΡΧΙΣΤΡΑΤΗΓΟΝ

ΜΙΧΑΗΛ
ΤΟΝ ΠΡΟΣΤΑΤΗΝ
ΤΟΥ ΑΙΓΑΙΟΥ ΠΕΛΑΓΟΥΣ
*
*
*   *   *   *   *
*
*
Ἀθῆναι 2011


ΚΑΝΩΝ  ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ  ΤΟΝ  ΕΝΔΟΞΟΝ  ΑΡΧΙΣΤΡΑΤΗΓΟΝ

ΜΙΧΑΗΛ
ΤΟΝ ΠΡΟΣΤΑΤΗΝ
ΤΟΥ ΑΙΓΑΙΟΥ ΠΕΛΑΓΟΥΣ 

Ποίημα Δρος  Χαραλάμπους  Μ.  Μπούσια
*******************************************************
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον  μεθ' ὃ τὸ   Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Προτεταμένον ὁ τὸ ξίφος σου ἔχων
πρὸς συντριμμὸν τῶν ἐπιβούλων πελάγους
Αἰγαίου, Ἀρχιστράτηγε σεπτέ, Μιχαήλ,
νήσους περιπόλευε τὰς αὐτοῦ καθ’ ἑκάστην
πίστει προσφευγούσας σοι ἐν κινδύνοις καὶ ῥύου
Ἄγαρ υἱῶν ἐκδήλου ἀπειλῆς
τοὺς ὡς προστάτην ταχύν σε γεραίροντας.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·

" Μιχαὴλ Ἀρχιστράτηγε, Αἰγαῖον σκέπε. Χ. Μ. "
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μὴ παύσῃ Αἰγαῖον περιπολῶν,
φρουρῶν καὶ φυλάττων
ἐκ δολίου ἐπιβουλῆς
ἐχθροῦ, Πρωτοστάτα τῶν Ἀγγέλων,
φωτολαμπὲς Μιχαήλ, Ἀρχιστράτηγε.
σχύϊ σου σύντριψον, Μιχαήλ,
ἐχθροὺς ἐπιβούλους
τοῦ Αἰγαίου πανευλαβῶς
προστρέχοντας χάριτί σου θείᾳ
καὶ ἀῤῥαγεῖ ἐν δεινοῖς προστασίᾳ σου.
Χαρᾶς πλῆσον δήμους Χριστιανῶν
τῶν νήσων Αἰγαίου,
Ἀρχιστράτηγε Μιχαήλ,
ἐκ θλίψεων τάχος ἀπαλλάσσων
αὐτοὺς καὶ λύπης, σεπτὲ Μεγαλόχαρε.
ΘΕΟΤΟΚΙΟΝ.
πέλασον, Ἄχραντε, τὰς ὀρδὰς
ἐχθρῶν τοῦ Αἰγαίου,
ὅπερ σκέπεις, Μῆτερ Θεοῦ,
καὶ παῦσον αὐτοῦ τὰς τρικυμίας
ῥάβδῳ τῆς σῆς προστασίας, πανύμνητε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
 τῶν νήσων Αἰγαίου
καταφυγὴ ἄγρυπνος,
ῥύου, Μιχαὴλ Ταξιάρχα,
πάντας στενώσεων
ἐν Μανταμάδῳ πιστῶς
καὶ Πανορμίτῃ καὶ Θάσῳ
προσκυνοῦντας χάριν σου
θείαν, Ἀρχάγγελε.
Λυπηρῶν τὴν ὁμίχλην
τῶν εὐσεβῶν σκέδασον
ἀστραπαῖς τῆς σῆς παρουσίας,
Ἄρχον φωτόλαμπρε,
Νενήτων φωταγωγὲ,
Καγιανίου ἀκέστορ,
Μιχαήλ, καὶ ἔφορε
Σύμης ἀνύστακτε.
ρχιστράτηγε, πᾶσι,
Χαλκιδικῆς πρόμαχε,
Μανταμάδου φύλαξ, Εὐβοίας
φερωνυμούσης σοι
κώμης φρουρέ, Μιχαήλ,
καὶ τοῦ Αἰγαίου πελάγους
ἀντιλῆπτορ ἄγρυπνε,
δεῖξον τὴν χάριν σου.

Θεοτοκίον.

ῦσαι νήσους Αἰγαίου
ἐπιβουλῆς, Δέσποινα,
καὶ τὰς κώμας τὰς παρακτίους
τούτου, Πανάχραντε,
τῆς τοῦ ἐχθροῦ, ῥυπτικαῖς
πρὸς τὸν Υἱόν σου πρεσβείαις
ἄμετρον παρέχοντα
δούλοις σου ἔλεος.
ρχάγγελε,
ὁ περισκέπων Αἰγαίου πελάγους νήσους
ἐπιβούλων ἐχθρῶν ὀρδὰς σῇ χάριτι σύντριψον
ταχύ, Μιχαήλ, εὐσεβῶν προστάτα.
πίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Λαμπρὲ Μιχαήλ, τῶν Νόων Ἀρχιστράτηγε
τῶν ἐν οὐρανοῖς δοξολογούντων Κύριον,
ὡς Αἰγαίου πρόμαχον
σὲ ὑμνοῦντες, ῥύστην καὶ στήριγμα
σὲ δυσωποῦμεν· Ῥῦσαι συμφορῶν
καὶ βλάβης ἐχθροῦ πιστούς, Ἀρχάγγελε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Χρηστοήθειαν δίδαξον,
Μιχαὴλ Στρατάρχα, τοὺς σοὶ προστρέχοντας
καὶ λαμπρῶς σε μακαρίζοντας
ὡς Αἰγαίου φύλακα θεόσδοτον.
σθι νήσων ὑπέρμαχος
τοῦ Αἰγαίου, ἔνδοξε Ἀρχιστράτηγε,
Μιχαήλ, οὗπερ Χριστώνυμον
δῆμον ἐφορᾷς ὑψόθεν πάντοτε.
Σθένει θείῳ σου ἴσχυσον
οἰκιστὰς Αἰγαίου ἐχθρὸν τὸν βέβηλον
θριαμβεῦσαι καὶ ἐπίβουλον
τῆς αὐτοῦ γαλήνης, Ἀρχιστράτηγε.

Θεοτοκίον.

Τῶν βροτῶν τὰ συστήματα
ἡ ἐλευθερώσασα διὰ Τόκου σου
ἐκ φθορᾶς, Θεογεννήτρια,
λύτρωσαι ἡμᾶς ἐχθρῶν δουλώσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
εῖθρα, Μιχαήλ,
τῶν δακρύων τῶν προσφύγων σου,
Ἀρχιστράτηγε, ἀπόσμηξον ταχὺ
μανδηλίῳ τῆς ἀόκνου προστασίας σου.
νωθεν ἐχθροὺς
ξίφει θείας προστασίας σου
ἀπομάκρυνον ταχέως, Μιχαήλ,
ἐξ Αἰγαίου, οὗ προστάτης πέλεις ἄγρυπνος.
Τείχισον ἡμᾶς,
Μιχαήλ, τῇ ἀντιλήψει σου
καὶ ἑτοίμῃ ἐν κινδύνοις ἀρωγῇ
τοὺς οἰκήτορας Αἰγαίου, Ἀρχιστράτηγε.

Θεοτοκίον.

 τῶν εὐσεβῶν
ἀντιλήπτωρ καὶ ὀλέτειρα,
Θεοτόκε, τῶν ἐχθρῶν ἡμῶν, ταχὺ
ῥῦσαι βλάβης τοῦ Αἰγαίου τοὺς οἰκήτορας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Γαυρίαμα, Μιχαὴλ Ἀρχάγγελε,
ἐπιβούλων τοῦ Αἰγαίου πελάγους
προτεταμένῳ σου σύντριψον ξίφει
καὶ τὴν αὐτῶν ἐπηρμένην ταπείνωσον
ὀφρὺν ἰσχύϊ σου, λαμπρὲ
Ταξιάρχα τῶν ἄνω Δυνάμεων.
πάκουσον τῶν καταφευγόντων σοι
Μιχαήλ, ἐν συμφοραῖς καὶ κινδύνοις,
Χαλκιδικῆς, Μανταμάδου, Εὐβοίας,
Νενήτων, Θάσου, Μεστῶν, Ῥόδου ἔφορε
Καγιανίου καὶ Μονῆς
Πανορμίτου ἐπόπτα καὶ πρόμαχε.
πέλασον τάχος τὸν ἐπίβουλον,
Μιχαήλ, ἐχθρὸν Αἰγαίου πελάγους,
καὶ ὥσπερ ὕδωρ ἐχώνευσας ξένως
ἐν Κολοσσαῖς ποταμοῦ καὶ διέσωσας
ἐκ πλημμυρίδος σὸν Ναόν,
οὕτω ῥῦσαι ἡμᾶς πάσης θλίψεως.

Θεοτοκίον.

λέωσαι σὸν Υἱὸν καὶ Κύριον
τοῖς οἰκοῦσιν ἐν Αἰγαίου ταῖς νήσοις
καὶ παρακτίοις ἐδάφοις, Παρθένε,
καταφυγὴ εὐσεβῶν ἀκαταίσχυντε,
Θεογεννῆτορ ἀγαθή,
ἱλαστήριον πάντων προσφύγων σου.
ρχάγγελε,
ὁ περισκέπων Αἰγαίου πελάγους νήσους
ἐπιβούλων ἐχθρῶν ὀρδὰς σῇ χάριτι σύντριψον
ταχύ, Μιχαήλ, εὐσεβῶν προστάτα.
χραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Περιπολεύων Αἰγαῖον ὡς ἄγρυπνος
αὐτοῦ φρουρός, Μιχαὴλ Ἀρχιστράτηγε,
τοὺς ἐπιβούλους αὐτοῦ ἀπομάκρυνον
ἐχθροὺς τῷ ξίφει τῆς σῆς γενναιότητος
καὶ ἐναργοῦς πρὸς πιστοὺς ἀντιλήψεως.
Προκείμενον. Ἦχος β΄. Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Στίχος. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.
Εὐαγγέλιον κατὰ Λουκᾶν  (Κεφ. ι΄ 16 -21  ).
Δόξα. Ταῖς τοῦ Ἀρχαγγέλου, Οἰκτίρμον, προστασίαις ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Μιχαὴλ Ἀρχάγγελε,
τοῦ Πανορμίτου ἀκέστορ,
Μανταμάδου ἔφορε,
Θαῤῥενὲ Ἀρχάγγελε,
Θάσου πρόμαχε,
τῶν Μεστῶν στήριγμα
καὶ Νενήτων Χίου
ἀντιλῆπτορ καὶ κραταίωμα,
Εὐβοίας καύχημα,
τῆς Χαλκικιδῆς καταφύγιον
Καγιανίου σέμνωμα
καὶ παντὸς Αἰγαίου προσφύγιον
ἐν κινδύνοις, σπεῦσον
ἱκέτας σου φυλάξαι ἀσινεῖς
ἐπιβουλῆς τοῦ ἀλάστορος,
θεῖε Ἀρχιστράτηγε.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Γένος τῶν Χριστωνύμων
ἐν Αἰγαίῳ οἰκούντων
ἀεὶ ἐπόπτευε
θεόθεν, Ταξιάρχα,
καὶ εὐλαβῶς σπευδόντων
τῇ θερμῇ προστασίᾳ σου,
φωτολαμπὲς Μιχαήλ,
ἀΰλων Νόων ἄρχον.
πειράστους συντήρει,
Μιχαήλ, σοὺς ἱκέτας
παθῶν καὶ θλίψεων
ἐνοίκους τοῦ Αἰγαίου,
οὗ τῆς ἐλευθερίας
πλάνοι ἐπιβουλεύονται,
οἴμοι, ἐχθροὶ δυσσεβεῖς
τοῦ γένους τῶν Ἑλλήνων.
σχυρῶς θριαμβεῦσαι,
Μιχαήλ, Χριστωνύμους
ἐχθρὸν ἐπίβουλον
ἀξίωσον καὶ δεῖξον
τοῖς οἰκισταῖς Αἰγαίου
σὴν διάθερμον εὔνοιαν
καὶ ταχινὴν ἀρωγὴν
ἐν πάσαις τρικυμίαις.

Θεοτοκίον.

Οὐρανόθεν Αἰγαίου
ἐπευλόγει τὰς νήσους,
Θεογεννήτρια,
καὶ σπεῦδε βοηθῆσαι
αὐταῖς ἐν τρικυμίαις
καὶ δειναῖς περιστάσεσι
σὺν Μιχαήλ, εὐσθενεῖ
καὶ θείῳ Ταξιάρχῃ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νικῆσαι στίφη
ἐχθρῶν ἀξίωσον πάντας,
Μιχαήλ, ἐν Αἰγαίῳ οἰκοῦντας
τούτων ἀρχηγέτης
γενόμενος ἐν μάχαις.
Σύγκοψον ξίφει
τῷ σῷ ἐχθροὺς κακοβούλους,
Μιχαήλ, τοῦ Αἰγαίου πελάγους,
ὁ αὐτὸ θεόθεν
φρουρῶν καὶ ἐποπτεύων.
Κόπασον σάλον
ἡμῶν παθῶν, Ταξιάρχα
Μιχαήλ, τῶν ἐχθρῶν ὡς θαλάσσης
κύματα, τὰς βλέψεις
ὁ ἀμαυρῶν ἀπίστων.

Θεοτοκίον.

λέους στάξον
ἡμῖν ῥανίδας Υἱοῦ σου
Ἐλεοῦσα Παρθένε, θεόθεν,
τοῖς ἐν τῷ Αἰγαίῳ
ἀεί σε ἀνυμνοῦσι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πρὸς ὅρμον σωτηρίας
ἴθυνον ἱκέτας
σούς, Πανορμῖτα, Αἰγαίου ὑπέρμαχε,
τοῦ Παραδείσου ὁ φύλαξ τῆς πύλης ἄγρυπνος.
Εὐλόγει, Ταξιάρχα,
τοὺς ἐν Μανταμάδῳ
σὴν προσκυνοῦντας μορφὴν ἀχειρότευκτον,
καὶ ἐκζητοῦντας τὴν χάριν καὶ προστασίαν σου.
Χαρὰ Αἰγαίου νήσων
καὶ τῶν παρακτίων
περιοχῶν, Μιχαὴλ Ἀρχιστράτηγε,
ἀγαλλιάσεως πλῆσον τοὺς σοὶ προστρέχοντας.

Θεοτοκίον.

Μὴ παύσῃ οὐρανόθεν
σκέπουσα σοὺς δούλους
ἀσπαζομένους τὰ σὰ ἐκτυπώματα
περικοσμοῦντα Αἰγαῖον, Θεογεννήτρια.
Ἄξιόν ἐστι....καὶ τὰ παρόντα Μεγαλυνάρια.
Νήσων τοῦ Αἰγαίου ὁ ταχινὸς
ῥύστης καὶ προστάτης
ἐξ ἐχθίστου ἐπιβουλῆς,
Μιχαὴλ Στρατάρχα,
αὐτὰς ἐκ τῶν ἀπίστων
ἐχθρῶν τῇ χάριτί σου
σῶσον, Ἀρχάγγελε.
Μιχαήλ, πνευμάτων λαμπρὲ φωστὴρ
εὐχαρίστων, ῥῦσαι
τὴν ἀχάριστον γενεὰν
τῶν βροτῶν, γεέννης
πυρὸς τῆς αἰωνίου
καὶ σῶσον ἐκ θανάτου
πάντας σοὺς πρόσφυγας.
Χαίροις, τοῦ Αἰγαίου ὁ πανσθενὴς
φύλαξ καὶ προστάτης
καὶ ἀνύστακτος βοηθός,
Μιχαήλ, ὀλέτα
ἐχθρῶν τῶν μισοχρίστων,
Ἀρχάγγελε Κυρίου
φωτοειδέστατε.
Χαίροις, ἀρχιστράτηγε Μιχαήλ,
θεῖε παραστάτα
τῆς Τριάδος τῆς πανσθενοῦς.
χαίροις, διακόσμου
τοῦ νοητοῦ ἐξάρχων,
ὁ τοὺς πιστοὺς θαῤῥύνων
τρῶσαι τὸν δόλιον.
Βοηθὸς γενοῦ μοι ἐν τῇ φρικτῇ
ὥρᾳ τοῦ θανάτου,
ἀρχιστράτηγε Μιχαήλ,
καὶ τὴν παναθλίαν
ψυχήν μου μὴ ἐάσῃς
πεσεῖν εἰς τὰς παλάμας
τοῦ παναλάστορος.
Χαίροις, Πανορμίτου ὁ θησαυρός,
χαίροις, Μανταμάδου
ὁ θεόσδοτος ἀρωγός,
χαίροις, τῶν Νενήτων,
Χαλκιδικῆς, Εὐβοίας
καὶ Θάσου, Ταξιάρχα,
εὖχος ἀτίμητον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῦ Αἰγαίου πελάγους φρουρὲ ἀνύστακτε,
περιπολεύων μὴ παύσῃ
καὶ συντηρῶν ἀσινεῖς,
Μιχαήλ, αὐτοῦ τὰς νήσους, Ἀρχιστράτηγε,
πάσης ἐχθροῦ ἐπιβουλῆς,
ὅνπερ τρέπει εἰς φυγὴν
ταχέως ἡ δύναμίς σου
καὶ ἡ τοῦ ξίφους σου θέα
ὀρδὰς ἀπίστων τοῦ συγκόπτοντος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Φύλαξ τοῦ Αἰγαίου, Μιχαήλ,
ὁ περιπολῶν οὐρανόθεν
καὶ περισκέπων αὐτό,
ἐπιβούλων τάγματα
ἐχθρῶν ἐκδίωξον
τῆς αὐτοῦ ὡραιότητος
καὶ ἐλευθερίας,
πανσθενὲς Ἀρχάγγελε
καὶ Ἀρχιστράτηγε
Νόων οὐρανίων, σῷ ξίφει
ἄνεμος καθάπερ τοὺς ῥύπους
καὶ ὀδμὰς δυσσώδεις, θεοδόξαστε.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τετράστιχον.

Σύγκοψον ξίφει σου ἐχθροὺς ἐπιβούλους,
Αἰγαίου φύλαξ, Μιχαὴλ Ταξιάρχα,
καὶ βράβευσον ἅπασιν ἐλευθερίαν
πιστοῖς τιμῶσί σε, βοᾷ Χαραλάμπης.


Τ Ε Λ Ο Σ

ΚΑ Ι   Δ Ο Ξ Α

Τ ῼ   Μ Ο Ν ῼ   Α Λ Η Θ Ι Ν ῼ

Θ Ε ῼ   Η Μ Ω Ν


Ἀρίθμ. Καταλ. Π 495 / 2-3-11
http://www.fotgrammi.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.

Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.