ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ
Ἀπό τὴν Κυριακῆ τοῦ Πάσχα καὶ γιὰ ὃλη τὴ διακαινήσιμο ἑβδομάδα
(μέχρι τὸ ἀπὀγευμα του Σαββάτου), ὡς καὶ τὴν ἡμέρα τῆς Ἀποδόσεως,
τὸ Ἀπόδειπνο, τὸ Μεσονυκτικό καὶ οἱ Ὧρες (α΄, γ΄, ς΄, θ΄), τελοῦνται
οὕτως·
Εἰ μὲν ἐστιν ἱερεύς, λέγει· Εὐλογητὸς ὁ
Θεὸς ἡμῶν
πάντοτε, νῦν καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Εἰ δὲ μὴ ὑπάρχει ἱερεύς λέγε: Δι᾿ εὐχῶν τῶν ἁγίων
πατέρων ἡμῶν, Κύριε Ἰησοῦ, Χριστὲ ὁ
Θεός ἡμῶν, ἐλέησον καὶ
σῶσον ἡμᾶς.
Ὁ ἀναγνώστης· Ἀμήν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν
τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (τρις)
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν
ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ
εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά
σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν
ἀνάστασιν· ἰδοὺ γὰρ
ἦλθε διὰ τοῦ σταυροῦ, χαρὰ ἐν
ὅλῳ
τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν
αὐτοῦ· σταυρὸν γὰρ ὑπομείνας
δι᾿ ἡμᾶς
θανάτῳ θάνατον ὤλεσεν. (τρις)
Προλαβοῦσαι τὸν ὄρθρον
αἱ περὶ Μαριὰμ καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ἀγγέλου·
Τὸν ἐν
φωτὶ ἀϊδίῳ ὑπάρχοντα
μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον;
βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ
κόσμῳ κηρύξατε, ὡς ἠγέρθη
ὁ Κύριος θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός,
τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
Εἰ καὶ ἐν
τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ ᾅδου
καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης
ὡς νικητής, Χριστὲ ὁ
Θεός, γυναιξὶ μυροφόροις
φθεγξάμενος Χαίρετε, καὶ
τοῖς σοῖς ἀποστόλοις
εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδου
δὲ μετὰ ψυχῆς ὡς
Θεός, ἐν παραδείσῳ δὲ
μετὰ λῃστοῦ καὶ ἐν
θρόνῳ ὑπῆρχες,
Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ
ἀπερίγραπτος.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι·
Ὡς ζωηφόρος, ὡς παραδείσου ὡραιότερος ὄντως καὶ παστάδος πάσης βασιλικῆς ἀναδέδεικται
λαμπρότερος, Χριστέ, ὁ
τάφος σου, ἡ πηγὴ τῆς
ἡμῶν
ἀναστάσεως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αίώνων. Ἁμήν.
Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου
ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ
δέδοται ἡ χαρά, Θεοτόκε,
τοῖς κραυγάζουσιν·
Εὐλογημένη σὺ ἐν
γυναιξὶν ὑπάρχεις, πανάμωμε.
Κύριε, ἐλέησον (μ΄) (δηλ. 40 φορές).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν
καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως
Θεοτόκον, σὲ μεγαλύνομεν.
Εἰ ἐστίν ἱερεύς, λέγε· Ἐν
ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.
Ὁ ἱερεύς·
Δι᾿ εὐχῶν τῶν ἁγίων
πατέρων ἡμῶν, Κύριε Ἰησοῦ, Χριστὲ ὁ
Θεός ἡμῶν, ἐλέησον καὶ
σῶσον ἡμᾶς.
Ὁ ἀναγνώστης· Ἀμήν.
Διαβάζεται ἡ παραπάνω ἀκολουθία ἐκ γ΄ (δηλ. 3
φορές) γιὰ τὸ απόδειπνο, ἐκ γ΄ γιὰ τὸ μεσονυκτικό, ἐκ γ΄ γιὰ τὴν α΄ ὥρα, ἐκ γ΄ γιὰ τὴν γ΄ ὥρα, ἐκ γ΄ γιὰ τὴν ς΄ ὥρα καὶ ἐκ γ΄ γιὰ τὴν θ΄ ὥρα (δηλ. 3x6=18
φορές ἀνά ἡμέρα).
Εἰς δὲ τὸ Ἀπόδειπνον μόνον, μετὰ δὲ τὴν τρίτην ἐπανάληψιν λέγεται καὶ ἡ ἑπομένη εὑχή·
Εὑχὴ τοῦ Μεγάλου Βασιλείου
Εὐλογητὸς εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν
τῷ φωτὶ τῷ
ἡλιακῷ καὶ τὴν
νύκτα φαιδρύνας ταῖς
αὐγαῖς τοῦ πυρός· ὁ τὸ
μῆκος τῆς ἡμέρας
διελθεῖν ἡμᾶς
καταξιώσας καὶ
προσεγγίσαι ταῖς
ἀρχαῖς τῆς νυκτός, ἐπάκουσον τῆς δεήσεως ἡμῶν
καὶ παντὸς τοῦ λαοῦ σου· καὶ πᾶσιν
ἡμῖν
συγχωρήσας τὰ ἑκούσια καὶ τὰ
ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας
καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους
σου καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ
τὴν κληρονομίαν σου. Τείχισον ἡμᾶς
ἁγίοις ἀγγέλοις σου· ὅπλισον ἡμᾶς
ὅπλοις δικαιοσύνης σου· περιχαράκωσον
ἡμᾶς
τῇ ἀληθείᾳ σου· φρούρησον ἡμᾶς
τῇ δυνάμει σου· ῥῦσαι ἡμᾶς
ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου.
Παράσχου δὲ ἡμῖν
καὶ τὴν παροῦσαν ἑσπέραν σὺν τῇ ἐπερχομένῃ νυκτὶ τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας
τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας
Θεοτόκου καὶ πάντων τῶν ἁγίων
τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.
Ὁ ἀναγνώστης· Χριστὸς ἀνέστη
ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν
τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (τρις)
Ὁ ἱερεὺς τὴν ἀπόλυσιν.
Εἰ δὲ μὴ ὑπάρχει ἱερεύς λέγε:
Ἀναστὰς
ὁ Ἰησοῦς ἀπὸ τοῦ τἀφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἱώνιον ζωὴν καὶ μέγα
ἔλεος.
Χριστὸς ἀνέστη
ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν
τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (ἅπαξ)
Σημείωση: Τὸ βράδυ τοῦ Σαββάτου (πρὸ τῆς Κυριακῆς τοῦ Θωμᾶ) τελεῖται
τὸ μικρὸ ἀπόδειπνο.
ΠΗΓΗ: ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ
ΕΚΔΟΣΕΙΣ: ΤΟ ΠΕΡΙΒΟΛΙ ΤΗΣ
ΠΑΝΑΓΙΑΣ
ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ
Ἀπό τὴν Κυριακῆ τοῦ Πάσχα καὶ γιὰ ὃλη τὴ διακαινήσιμο ἑβδομάδα (μέχρι τὸ ἀπὀγευμα του Σαββάτου), ὡς καὶ τὴν ἡμέρα τῆς Ἀποδόσεως, τὸ Ἀπόδειπνο, τὸ Μεσονυκτικό καὶ οἱ Ὧρες (α΄, γ΄, ς΄, θ΄), τελοῦνται οὕτως·
Εἰ μὲν ἐστιν ἱερεύς, λέγει· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἰ δὲ μὴ ὑπάρχει ἱερεύς λέγε: Δι᾿ εὐχῶν τῶν ἁγίων
πατέρων ἡμῶν, Κύριε Ἰησοῦ, Χριστὲ ὁ
Θεός ἡμῶν, ἐλέησον καὶ
σῶσον ἡμᾶς.
Ὁ ἀναγνώστης· Ἀμήν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (τρις)
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν
ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ
εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά
σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν
ἀνάστασιν· ἰδοὺ γὰρ
ἦλθε διὰ τοῦ σταυροῦ, χαρὰ ἐν
ὅλῳ
τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν
αὐτοῦ· σταυρὸν γὰρ ὑπομείνας
δι᾿ ἡμᾶς
θανάτῳ θάνατον ὤλεσεν. (τρις)
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριὰμ καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.
Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλὰ τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος Χαίρετε, καὶ τοῖς σοῖς ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδου δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν παραδείσῳ δὲ μετὰ λῃστοῦ καὶ ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι·
Ὡς ζωηφόρος, ὡς παραδείσου ὡραιότερος ὄντως καὶ παστάδος πάσης βασιλικῆς ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αίώνων. Ἁμήν.
Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε.
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε.
Κύριε, ἐλέησον (μ΄) (δηλ. 40 φορές).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Εἰ ἐστίν ἱερεύς, λέγε· Ἐν ὀνόματι Κυρίου εὐλόγησον, Πάτερ.
Ὁ ἱερεύς·
Δι᾿ εὐχῶν τῶν ἁγίων
πατέρων ἡμῶν, Κύριε Ἰησοῦ, Χριστὲ ὁ
Θεός ἡμῶν, ἐλέησον καὶ
σῶσον ἡμᾶς.
Ὁ ἀναγνώστης· Ἀμήν.
Διαβάζεται ἡ παραπάνω ἀκολουθία ἐκ γ΄ (δηλ. 3 φορές) γιὰ τὸ απόδειπνο, ἐκ γ΄ γιὰ τὸ μεσονυκτικό, ἐκ γ΄ γιὰ τὴν α΄ ὥρα, ἐκ γ΄ γιὰ τὴν γ΄ ὥρα, ἐκ γ΄ γιὰ τὴν ς΄ ὥρα καὶ ἐκ γ΄ γιὰ τὴν θ΄ ὥρα (δηλ. 3x6=18 φορές ἀνά ἡμέρα).
Εἰς δὲ τὸ Ἀπόδειπνον μόνον, μετὰ δὲ τὴν τρίτην ἐπανάληψιν λέγεται καὶ ἡ ἑπομένη εὑχή·
Εὑχὴ τοῦ Μεγάλου Βασιλείου
Εὐλογητὸς εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν
τῷ φωτὶ τῷ
ἡλιακῷ καὶ τὴν
νύκτα φαιδρύνας ταῖς
αὐγαῖς τοῦ πυρός· ὁ τὸ
μῆκος τῆς ἡμέρας
διελθεῖν ἡμᾶς
καταξιώσας καὶ
προσεγγίσαι ταῖς
ἀρχαῖς τῆς νυκτός, ἐπάκουσον τῆς δεήσεως ἡμῶν
καὶ παντὸς τοῦ λαοῦ σου· καὶ πᾶσιν
ἡμῖν
συγχωρήσας τὰ ἑκούσια καὶ τὰ
ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας
καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους
σου καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ
τὴν κληρονομίαν σου. Τείχισον ἡμᾶς
ἁγίοις ἀγγέλοις σου· ὅπλισον ἡμᾶς
ὅπλοις δικαιοσύνης σου· περιχαράκωσον
ἡμᾶς
τῇ ἀληθείᾳ σου· φρούρησον ἡμᾶς
τῇ δυνάμει σου· ῥῦσαι ἡμᾶς
ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου.
Παράσχου δὲ ἡμῖν
καὶ τὴν παροῦσαν ἑσπέραν σὺν τῇ ἐπερχομένῃ νυκτὶ τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας
τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας
Θεοτόκου καὶ πάντων τῶν ἁγίων
τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.
Ὁ ἀναγνώστης· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (τρις)
Ὁ ἱερεὺς τὴν ἀπόλυσιν.
Εἰ δὲ μὴ ὑπάρχει ἱερεύς λέγε:
Ἀναστὰς
ὁ Ἰησοῦς ἀπὸ τοῦ τἀφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἱώνιον ζωὴν καὶ μέγα
ἔλεος.
Χριστὸς ἀνέστη
ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν
τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (ἅπαξ)
Σημείωση: Τὸ βράδυ τοῦ Σαββάτου (πρὸ τῆς Κυριακῆς τοῦ Θωμᾶ) τελεῖται
τὸ μικρὸ ἀπόδειπνο.
ΠΗΓΗ: ΩΡΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ
ΕΚΔΟΣΕΙΣ: ΤΟ ΠΕΡΙΒΟΛΙ ΤΗΣ
ΠΑΝΑΓΙΑΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Τα σχόλια σας θα πρέπει να αναφέρονται στη συγκεκριμένη ανάρτηση και να διατυπώνονται κόσμια ακόμα και αν διαφωνείτε.
Παρακαλούμε να χρησιμοποιείτε ελληνικούς χαρακτήρες.